Stoicorum Veterum Fragmenta (SVF)

Ζήνων

Διογένης Λαέρτιος 7, 40

Χρύσιππος καὶ Εὔδρομος εἴδη, ἄλλοι γένη. εἰκάζουσι δὲ ζῴῳ
τὴν φιλοσοφίαν
, ὀστοῖς μὲν καὶ νεύροις τὸ λογικὸν προσομοιοῦντες,
τοῖς δὲ σαρκωδεστέροις τὸ ἠθικόν, τῇ δὲ ψυχῇ τὸ φυσικόν. ἢ
πάλιν ᾠῷ· τὰ μὲν γὰρ ἐκτὸς εἶναι τὸ λογικόν, τὰ δὲ μετὰ ταῦτα
τὸ ἠθικόν, τὰ δ' ἐσωτάτω τὸ φυσικόν. ἢ ἀγρῷ παμφόρῳ· <οὗ> τὸν
μὲν περιβεβλημένον φραγμὸν τὸ λογικόν, τὸν δὲ καρπὸν τὸ ἠθικόν,
τὴν δὲ γῆν ἢ τὰ δένδρα τὸ φυσικόν. ἢ πόλει καλῶς τετειχισμένῃ
καὶ κατὰ λόγον διοικουμένῃ.

Καὶ οὐθὲν μέρος τοῦ ἑτέρου ἀποκεκρίσθαι, καθά τινες αὐτῶν
φασιν, ἀλλὰ μεμίχθαι αὐτά. καὶ τὴν παράδοσιν μικτὴν ἐποίουν.
ἄλλοι δὲ πρῶτον μὲν τὸ λογικόν τάττουσι, δεύτερον δὲ τὸ φυσικόν,
καὶ τρίτον τὸ ἠθικόν· ὧν ἐστι Ζήνων ἐν τῷ Περὶ λόγου καὶ
Χρύσιππος καὶ Ἀρχέδημος καὶ Εὔδρομος.

 

SVF 1, 179

Διογένης Λαέρτιος, Ζήνων, 7, 87-88:

87Διόπερ πρῶτος ὁ Ζήνων ἐν τῷ Περὶ ἀνθρώπου φύσεως τέλος
εἶπε τὁμολογουμένως τῇ φύσει ζῆν, ὅπερ ἐστὶ κατ' ἀρετὴν ζῆν·
ἄγει γὰρ πρὸς ταύτην ἡμᾶς ἡ φύσις. ὁμοίως δὲ καὶ Κλεάνθης ἐν
τῷ Περὶ ἡδονῆς καὶ Ποσειδώνιος καὶ Ἑκάτων ἐν τοῖς Περὶ τελῶν
(Gomoll 1). πάλιν δ' ἴσον ἐστὶ τὸ κατ' ἀρετὴν ζῆν τῷ κατ'
ἐμπειρίαν τῶν φύσει συμβαινόντων ζῆν, ὥς φησι Χρύσιππος ἐν τῷ

88

πρώτῳ Περὶ τελῶν· μέρη γάρ εἰσιν αἱ ἡμέτεραι φύσεις τῆς τοῦ
ὅλου. διόπερ τέλος γίνεται τὸ ἀκολούθως τῇ φύσει ζῆν, ὅπερ
ἐστὶ κατά τε τὴν αὑτοῦ καὶ κατὰ τὴν τῶν ὅλων, οὐδὲν ἐνεργοῦντας
ὧν ἀπαγορεύειν εἴωθεν ὁ νόμος ὁ κοινός, ὅσπερ ἐστὶν ὁ ὀρθὸς
λόγος, διὰ πάντων ἐρχόμενος, ὁ αὐτὸς ὢν τῷ Διί, καθηγεμόνι
τούτῳ τῆς τῶν ὄντων διοικήσεως ὄντι· εἶναι δ' αὐτὸ τοῦτο τὴν τοῦ
εὐδαίμονος ἀρετὴν καὶ εὔροιαν βίου, ὅταν πάντα πράττηται κατὰ
τὴν συμφωνίαν τοῦ παρ' ἑκάστῳ δαίμονος πρὸς τὴν τοῦ τῶν ὅλων
διοικητοῦ βούλησιν.

 

SVF 1, 190

ταῦτ εἶναί φησιν ὁ Ζήνων ὅσα οὐσίας μετέχει · τῶν δ' ὄντων τὰ μὲν ἀγαθὰ τὰ δὲ κακὰ τὰ δὲ ἀδιάφορα. ἀγαθὰ μὲν τὰ τοιαῦτα, φρόνησιν δικαιοσύνην 10 σωφροσύνην ἀνδρείαν καὶ πὰν ὅ ἐστιν ἀρετὴ ἢ μετ- έχον ἀρετῆς· κακὰ δὲ τὰ τοιαῦτα, ἀφροσύνην ἀδι- κίαν ἀκολασίαν δειλίαν καὶ πὰν ὅ ἐστι κακία ἢ μετ- έχον κακίας· ἀδιάφορα δὲ τὰ τοιαῦτα, ζωὴν θάνατον [92] δόξαν ἀδοξίαν πόνον ἡδονὴν πλοῦτον πενίαν νόσον 15 ὑγίειαν καὶ τὰ τούτοις ὅμοια. τῶν δ' ἀγαθόν τὰ μὲν εἶναι ἀρετὰς τὰ δ' οὔ. φρόνησιν μὲν οὖν καὶ σωφροσύνην [καὶ δικαιοσύνην] καὶ ἀνδρείαν ἀρετάς, χαρὰν δὲ καὶ εὐφροσύνην καὶ θάρρος καὶ βούλησιν καὶ τὰ παραπλήσια οὐκ εἷναι 20 ἀρετάς. τῶν δ' ἀρετῶν τὰς μὲν ἐπιστήμας τινῶν καὶ τέχνας τὰς δ' οὔ. φρόνησιν μὲν οὖν καὶ σωφροσύ- νην καὶ δικαιοσύνην καὶ ἀνδρείαν ἐπιστήμας εἶναι τινῶν καὶ τέχνας, μεγαλοψυχίαν δὲ καὶ ῥώμην καὶ ἰσχὺν ψυχῆς οὔτ ἐπιστήμας τινῶν εἶναι οὔτε τέχνας. ἀνάλογον δὲ καὶ τόν κακῶν τὰ μὲν εἶναι κακίας τὰ δ' οὔ. ἀφροσύνην μὲν οὖν καὶ ἀκολασίαν καὶ ἀδι- κίαν καὶ δειλίαν καὶ μικροψυχίαν καὶ ἀδυναμίαν κα- κέας εἶναι, λύπην δὲ καὶ φόβον καὶ τὰ παραπλήσια οὐκ εἶναι κακίας. τῶν δὲ κακιῶν τὰς μὲν εἷναι m ἀγνοίας τινῶν καὶ ἀτεχνίας τὰς δ' οὔ. ἀφροσύνην μὲν οὖν καὶ ἀκολασίαν καὶ ἀδικίαν καὶ δειλίαν ἀγνοίας […]

 

SVF 1, 195

Η ηδονή ανήκει στα αδιάφορα

Zeno censuit voluptatem esse indifferens, id est neutrum, neque bonum neque malum, quod ipse graeco vocabulo αδιάφορον appelavit.

 

SVF 1, 200

Περί αρετής

Πλούταρχος

ΠΕΡΙ ΣΤΩΙΚΩΝ ΕΝΑΝΤΙΩΜΑΤΩΝ, 1034 c

 

Ἀρετὰς ὁ Ζήνων ἀπολείπει πλείονας κατὰ διαφοράς, ὥσπερ ὁ Πλάτων, οἷον φρόνησιν ἀνδρείαν σωφροσύνην δικαιοσύνην, ὡς ἀχωρίστους μὲν οὔσας ἑτέρας δὲ καὶ διαφερούσας ἀλλήλων. Πάλιν δ´ ὁριζόμενος αὐτῶν ἑκάστην τὴν μὲν ἀνδρείαν φησὶν εἶναι φρόνησιν *** ἐνεργητέοις τὴν δὲ δικαιοσύνην φρόνησιν ἐν ἀπονεμητέοις, ὡς μίαν οὖσαν ἀρετὴν ταῖς δὲ πρὸς τὰ πράγματα σχέσεσι κατὰ τὰς ἐνεργείας διαφέρειν δοκοῦσαν.

 

SVF, 2, 35-38

επίδραση στους Στωικούς από τον πλατωνικό Ξενοκράτη, Διαίρεση της Στωικής Φιλοσοφίας, Ορισμοί Φιλοσοφίας

 

35 Aetii Placita I. Prooem. 2 (D G p. 273, 11). Οἱ μὲν οὖν

Στωικοὶ ἔφασαν τὴν μὲν σοφίανεναιθείωντεκανθρωπίνων

πιστήμην, τὴν δὲ φιλοσοφίαν ἄσκησιν ἐπιτηδείου τέχνης· ἐπιτήδειον δὲ 5

εἰναι μίαν καὶ ἀνωτάτω τὴν ἀρετήν, ἀρετὰς δὲ τὰς γενικωτάτας τρεῖς, φυσι-

κὴν ἠθικὴν λογικήν· δι' ἣν αἰτίαν καὶ τριμερής ἐστιν ὴ φιλοσοφία, ἧς τὸ

μὲν φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν· καὶ φυσικὸν μὲν ὅταν περὶ

κόσμου ζητῶμεν καὶ τῶν ἐν κόσμῳ, ἠθικὸν δὲ τὸ κατησχολημένον περὶ τὸν

ἀνθρώπινον βίον, λογικὸν δὲ τὸ περὶ τὸν λόγον, ὃ καὶ διαλεκτικὸν καλοῦσιν. 10 [γραμμή 10]

 

36 Sextus adv. math. IX 13. τὴν φιλοσοφίαν φασὶν ἐπιτήδευσιν

εἰναι σοφίας, τνδσοφίαν πιστήμηνθείωντεκανθρωπίνων πραγμάτων.

 

37 Diog. Laert. VII 39. Τριμερῆ φασίν εἶναι τὸν κατὰ φιλο-

σοφίαν λόγον· εἶναι γὰρ αὐτοῦ τὸ μέν τι φυσικόν, τὸ δὲ ἠθικόν, τὸ   15

δὲ λογικόν. Οὕτω δὲ πρῶτος διεῖλε Ζήνων — — καὶ Χρύσιππος

ντπρώτπερλόγου καὶ ντῇπρώττνφυσικν.——

ταῦτα δὲ τὰ μέρη ὁ μὲν Ἀπολλόδωρος τόπους καλεῖ, ὁ δὲ Χρύσιπ-

πoς καὶ Εὔδρομος εἴδη. ἄλλοι γένη.

 

38 Sextus adv. math. VII 16. οἱ εἰπόντες τῆς φιλοσοφίας τὸ μέν τι         20 εἶναι φυσικόν, τὸ δὲ ἠθικόν, τὸ δὲ λογικόν· — — ῥητότατα δὲ οἱ περὶ Ξενοκράτην καὶ οἱ ἀπὸ τοῦ περιπάτου , ἔτι δὲ οἱ ἀπὸ τῆς Στοᾶς ἔχονται τῆσδε τῆς διαιρέσεως. ἐνθένδε πιθανῶς ὁμοιοῦσι τὴν φιλοσοφίαν παγκάρπῳ ἀλωῇ, ἵνα τῇ μὲν ὑψηλότητι τῶν φυτῶν εἰκάζηται τὸ φυσικόν, τοͅ δὲ νοστίμῳ τῶν καρπῶν τὸ ἠθικόν, τῇ δὲ ὀχυρότητι τῶν τειχῶν τὸ λογικόν. οἱ δὲ ὠῷ                                                                                                     25

φασιν αὐτὴν εἶναι παραπλήσιον · ἐῴκει γὰρ τῇ μὲν λικίθῳ, ἥν τινες νεοττὸν

ὑπάρχειν λέγουσι, τὰ ἠθικά, τῷ δὲ λευκῷ ὃ δὴ τροφή ἐστι τῆς λεκίθου, τὰ φυσικά, τῷ δὲ ἔξωθεν ὁστρακώδει τὰ λογικά (ὁ δὲ Ποσειδώνιος, ἐπεὶ τὰ μὲν μέρη τῆς φιλοσοφίας ἀχώριστά ἐστιν ἀλλήλων, τὰ δὲ φυτὰ τῶν καρπῶν

ἕτερα θεωρεῖται καὶ τὰ τείχη τῶν φυτῶν κεχώρισται, ζῴῳ μᾶλλον εικάζειν 30

 

Η προτεραιότητα της λογικής

Χρύσιππος

 

(1035a)  Ὁ Χρύσιππος οἴεται δεῖν τῶν λογικῶν πρῶτον ἀκροᾶσθαι τοὺς νέους δεύτερον δὲ τῶν ἠθικῶν μετὰ δὲ ταῦτα τῶν φυσικῶν, ὡς ἂν τέλος δὲ τούτοις τὸν περὶ θεῶν λόγον ἔσχατον παραλαμβάνειν. Πολλαχοῦ δὲ τούτων ὑπ´ αὐτοῦ λεγομένων ἀρκέσει παραθέσθαι τὰ ἐν τῷ τετάρτῳ περὶ Βίων ἔχοντα κατὰ λέξιν οὕτως·

« Πρῶτον μὲν οὖν δοκεῖ μοι κατὰ τὰ ὀρθῶς ὑπὸ τῶν ἀρχαίων εἰρημένα τρία γένη τῶν τοῦ φιλοσόφου θεωρημάτων εἶναι, τὰ μὲν λογικὰ τὰ δ´ ἠθικὰ τὰ δὲ φυσικά· εἶτα τούτων δεῖν τάττεσθαι πρῶτα μὲν τὰ λογικὰ δεύτερα δὲ τὰ ἠθικὰ τρίτα δὲ τὰ φυσικά· τῶν δὲ φυσικῶν ἔσχατος εἶναι ὁ περὶ τῶν θεῶν λόγος· (1035b) διὸ καὶ τελετὰς 〈προς〉ηγόρευσαν τὰς τούτου παραδόσεις.»

 

Η ΣΤΩΙΚΗ ΛΟΓΙΚΗ

 

Διογένης Λαέρτιος, 7, 41-42

 ΖΗΝΩΝ

41. Ὁ μὲν γὰρ Πτολεμαεὺς Διογένης ἀπὸ τῶν ἠθικῶν ἄρχεται, ὁ
δ' Ἀπολλόδωρος δεύτερα τὰ ἠθικά, Παναίτιος δὲ καὶ Ποσειδώνιος
ἀπὸ τῶν φυσικῶν ἄρχονται, καθά φησι Φαινίας ὁ Ποσειδωνίου
γνώριμος ἐν τῷ πρώτῳ τῶν Ποσειδωνείων σχολῶν. ὁ δὲ Κλεάνθης
ἓξ μέρη φησί, διαλεκτικόν, ῥητορικόν, ἠθικόν, πολιτικόν, φυσικόν,
θεολογικόν. ἄλλοι δ' οὐ τοῦ λόγου ταῦτα μέρη φασίν, ἀλλ' αὐτῆς
τῆς φιλοσοφίας, ὡς Ζήνων ὁ Ταρσεύς. τὸ δὲ λογικὸν μέρος φασὶν
ἔνιοι εἰς δύο διαιρεῖσθαι ἐπιστήμας, εἰς ῥητορικὴν καὶ εἰς δια-
λεκτικήν. τινὲς δὲ καὶ εἰς τὸ ὁρικὸν εἶδος, τὸ περὶ κανόνων καὶ
κριτηρίων· ἔνιοι δὲ τὸ ὁρικὸν περιαιροῦσιν.

42. Τὸ μὲν οὖν περὶ κανόνων καὶ κριτηρίων παραλαμβάνουσι πρὸς
τὸ τὴν ἀλήθειαν εὑρεῖν· ἐν αὐτῷ γὰρ τὰς τῶν φαντασιῶν δια-
φορὰς ἀπευθύνουσι. καὶ τὸ ὁρικὸν δὲ ὁμοίως πρὸς ἐπίγνωσιν τῆς
ἀλήθειας· διὰ γὰρ τῶν ἐννοιῶν τὰ πράγματα λαμβάνεται. τήν τε
ῥητορικὴν ἐπιστήμην οὖσαν τοῦ εὖ λέγειν περὶ τῶν ἐν διεξόδῳ
λόγων καὶ τὴν διαλεκτικὴν τοῦ ὀρθῶς διαλέγεσθαι περὶ τῶν ἐν
ἐρωτήσει καὶ ἀποκρίσει λόγων· ὅθεν καὶ οὕτως αὐτὴν ὁρίζονται,
ἐπιστήμην ἀληθῶν καὶ ψευδῶν καὶ οὐδετέρων.

Καὶ τὴν μὲν ῥητορικὴν αὐτὴν εἶναι λέγουσι τριμερῆ· τὸ μὲν
γὰρ αὐτῆς εἶναι συμβουλευτικόν, τὸ δὲ δικανικόν, τὸ δὲ ἐγ-
κωμιαστικόν.

 

1. Γνωσιολογία

Διογένης Λαέρτιος, 7, 62: Ζήνων

 

Μερισμὸς δέ ἐστι γένους εἰς τόπους κατάταξις, ὡς ὁ Κρῖνις·
οἷον Τῶν ἀγαθῶν τὰ μέν ἐστι περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα.

Ἀμφιβολία δέ ἐστι λέξις δύο ἢ καὶ πλείονα πράγματα σημαί-
νουσα λεκτικῶς καὶ κυρίως καὶ κατὰ τὸ αὐτὸ ἔθος, ὥσθ' ἅμα τὰ
πλείονα ἐκδέξασθαι κατὰ ταύτην τὴν λέξιν· οἷον Αὐλητρὶς πέ-
πτωκε· δηλοῦνται γὰρ δι' αὐτῆς τὸ μὲν τοιοῦτον, Οἰκία τρὶς
πέπτωκε, τὸ δὲ τοιοῦτον, Αὐλήτρια πέπτωκε.

Διαλεκτικὴ δέ ἐστιν, ὥς φησι Ποσειδώνιος, ἐπιστήμη ἀληθῶν
καὶ ψευδῶν καὶ οὐθετέρων· τυγχάνει δ' αὕτη, ὡς ὁ Χρύσιππός
φησι, περὶ σημαίνοντα καὶ σημαινόμενα. ἐν μὲν οὖν τῇ περὶ
φωνῆς θεωρίᾳ τοιαῦτα λέγεται τοῖς Στωικοῖς.

 

Αέτιος: Πῶς γίνεται ἡ αἴσθησις καὶ ἡ ἔννοια καὶ ὁ κατὰ ἐνδιάθεσιν λόγος

 

Οἱ Στωικοί φασιν· ὅταν γεννηθῇ ὁ ἄνθρωπος, ἔχει τὸ ἡγεμονικὸν μέρος τῆς ψυχῆς ὥσπερ χάρτην εὔεργον εἰς ἀπογραφήν. Εἰς τοῦτο μίαν ἑκάστην τῶν ἐννοιῶν ἐναπογράφεται. Πρῶτος δὲ [ὁ] τῆς ἀναγραφῆς τρόπος ὁ διὰ τῶν αἰσθήσεων· αἰσθανόμενοι γάρ τινος οἷον λευκοῦ, ἀπελθόντος αὐτοῦ μνήμην ἔχουσιν· ὅταν δ´ ὁμοειδεῖς πολλαὶ μνῆμαι γένωνται, τότε φαμὲν ἔχειν ἐμπειρίαν· ἐμπειρία γάρ ἐστι τὸ τῶν ὁμοειδῶν 〈φαντασιῶν〉 πλῆθος. Τῶν δ´ ἐννοιῶν αἱ μὲν φυσικῶς γίνονται κατὰ τοὺς εἰρημένους τρόπους καὶ ἀνεπιτεχνήτως, αἱ δ´ ἤδη δι´ ἡμετέρας διδασκαλίας καὶ ἐπιμελείας· αὗται μὲν οὖν ἔννοιαι καλοῦνται μόνον, ἐκεῖναι δὲ καὶ προλήψεις. Ὁ δὲ λόγος, καθ´ ὃν προσαγορευόμεθα λογικοί, ἐκ τῶν προλήψεων συμπληροῦσθαι λέγεται κατὰ τὴν πρώτην ἑβδομάδα. Ἔστι δ´ ἐννόημα φάντασμα διανοίας λογικοῦ ζῴου· τὸ γὰρ φάντασμα, ἐπειδὰν λογικῇ προσπίπτῃ ψυχῇ, τότε ἐννόημα καλεῖται, εἰληφὸς τοὔνομα παρὰ τοῦ νοῦ. Διόπερ τοῖς ἀλόγοις ζῴοις ὅσα προσπίπτει φαντάσματα, 〈φαντάσματα μόνον ἐστίν〉· ὅσα δὲ καὶ θεοῖς καὶ ἡμῖν γε, ταῦτα [φαντάσματα μόνον ἐστίν· ὅσα δὲ ἡμῖν, ταῦτα] καὶ φαντάσματα κατὰ γένος καὶ ἐννοήματα κατ´ εἶδος· ὥσπερ τὰ δηνάρια καὶ οἱ στατῆρες αὐτὰ μὲν καθ´ αὑτὰ ὑπάρχει δηνάρια 〈καὶ〉 στατῆρες, ἐὰν δ´ εἰς πλοίων δοθῇ μίσθωσιν, τηνικαῦτα πρὸς τῷ δηνάρια εἶναι καὶ ναῦλα λέγεται.

 

Διογένης Λαέρτιος, 7, 52: Ζήνων

 

ἡ δὲ κατάληψις γίνεται κατ’ αὐτοὺς αἰσθήσει μὲν λευκῶν καὶ μελάνων καὶ τραχέων καὶ λείων, λόγῳ δὲ τῶν δι' ἀποδείξεως συναγομένων, ὥσπερ τὸ θεοὺς εἶναι, καὶ προνοεῖν τούτους. τῶν γὰρ νοουμένων τὰ μὲν κατὰ περί-πτωσιν ἐνοήθη, τὰ δὲ καθ' ὁμοιότητα, τὰ δὲ κατ' ἀναλογίαν, <τὰ δὲ
κατὰ μετάθεσιν,> τὰ δὲ κατὰ σύνθεσιν, τὰ δὲ κατ' ἐναντίωσιν.

 

SVF, 1, 68

[μαρτυρία για τον Ζήνωνα]

Στοβαίος, Εκκλησιαστικά Ρητά, II, p. 73, 19:

 

εἶναι τὴν ἐπιστήμην κατάληψιν ἀσφαλῆ καὶ ἀμετάπτωτον ὑπὸ λόγου

 

Διογένης Λαέρτιος, 7, 47

 

αὐτήν τε τὴν ἐπιστήμην φασὶν ἢ κατάληψιν ἀσφαλῆ ἢ
ἕξιν ἐν φαντασιῶν προσδέξει ἀμετάπτωτον ὑπὸ λόγου.

 

Ο ΟΡΙΣΜΟΣ ΤΗΣ ΦΑΝΤΑΣΙΑΣ

SVF, 2, 55

Διογένης Λαέρτιος, 7, 50 (Ζήνων)

 

Διαφέρει δὲ φαντασία καὶ φάντασμα· φάντασμα μὲν γάρ ἐστι
δόκησις διανοίας οἵα γίνεται κατὰ τοὺς ὕπνους, φαντασία δέ ἐστι
τύπωσις ἐν ψυχῇ, τουτέστιν ἀλλοίωσις, ὡς ὁ Χρύσιππος ἐν τῷ
δευτέρῳ Περὶ ψυχῆς ὑφίσταται. οὐ γὰρ δεκτέον τὴν τύπωσιν
οἱονεὶ τύπον σφραγιστῆρος, ἐπεὶ ἀνένδεκτόν ἐστι πολλοὺς τύπους
κατὰ τὸ αὐτὸ περὶ τὸ αὐτὸ γίνεσθαι. νοεῖται δὲ φαντασία ἡ ἀπὸ
ὑπάρχοντος κατὰ τὸ ὑπάρχον ἐναπομεμαγμένη καὶ ἐναποτετυπω-
μένη καὶ ἐναπεσφραγισμένη, οἵα οὐκ ἂν γένοιτο ἀπὸ μὴ ὑπάρ-
χοντος.

 

51

Τῶν δὲ φαντασιῶν κατ' αὐτοὺς αἱ μέν εἰσιν αἰσθητικαί, αἱ
δ' οὔ· αἰσθητικαὶ μὲν αἱ δι' αἰσθητηρίου ἢ αἰσθητηρίων λαμβανό-
μεναι, οὐκ αἰσθητικαὶ δ' αἱ διὰ τῆς διανοίας καθάπερ τῶν
ἀσωμάτων καὶ τῶν ἄλλων τῶν λόγῳ λαμβανομένων. τῶν δ'
αἰσθητικῶν <αἱ μὲν> ἀπὸ ὑπαρχόντων μετ' εἴξεως καὶ συγκατα-
θέσεως γίνονται. εἰσὶ δὲ τῶν φαντασιῶν καὶ ἐμφάσεις αἱ ὡσανεὶ
ἀπὸ ὑπαρχόντων γινόμεναι.

Ἔτι τῶν φαντασιῶν αἱ μέν εἰσι λογικαί, αἱ δὲ ἄλογοι· λογικαὶ
μὲν αἱ τῶν λογικῶν ζῴων, ἄλογοι δὲ αἱ τῶν ἀλόγων. αἱ μὲν οὖν
λογικαὶ νοήσεις εἰσίν, αἱ δ' ἄλογοι οὐ τετυχήκασιν ὀνόματος. καὶ
αἱ μέν εἰσι τεχνικαί, αἱ δὲ ἄτεχνοι· ἄλλως γοῦν θεωρεῖται ὑπὸ
τεχνίτου εἰκὼν καὶ ἄλλως ὑπὸ ἀτέχνου.

SVF, 2, 56

Sextus Empiricus, Adversus Mathematicos 7.227-241:

 

Ἀπολειπομένης δ' ἔτι τῆς Στωικῆς δόξης παρακειμένως καὶ περὶ ταύτης

λέγωμεν. κριτήριον τοίνυν φασὶν ἀληθείας εἶναι οἱ ἄνδρες οὗτοι τὴν

καταληπτικὴν φαντασίαν. ταύτην δ' εἰσόμεθα πρότερον γνόντες, τί ποτέ

ἐστι κατ' αὐτοὺς ἡ φαντασία καὶ τινες ἐπ' εἴδους ταύτης διαφοραί. (228)

 

φαντασία οὖν ἐστι κατ' αὐτοὺς τύπωσις ἐν ψυχῇ. περὶ ἧς εὐθὺς καὶ

διέστησαν· Κλεάνθης μὲν γὰρ ἤκουσε τὴν τύπωσιν κατὰ εἰσοχήν τε καὶ

ἐξοχήν, ὥσπερ καὶ ‹τὴν› διὰ τῶν δακτυλίων γινομένην τοῦ κηροῦ τύπω-

σιν, (229) Χρύσιππος δὲ ἄτοπον ἡγεῖτο τὸ τοιοῦτον. πρῶτον μὲν γὰρ,

φησί, δεήσει τῆς διανοίας ὑφ' ἕν ποτε τρίγωνόν τι καὶ τετράγωνον φαν-

 

10 τασιουμένης τὸ αὐτὸ σῶμα κατὰ τὸν αὐτὸν χρόνον διαφέροντα ἔχειν

περὶ αὐτῷ σχήματα ἅμα τε τρίγωνον καὶ τετράγωνον γίνεσθαι ἢ καὶ

περιφερές, ὅπερ ἐστὶν ἄτοπον· εἶτα, πολλῶν ἅμα φαντασιῶν ὑφισταμέ-

νων ἐν ἡμῖν, παμπληθεῖς καὶ τοὺς σχηματισμοὺς ἕξειν τὴν ψυχήν, ὃ τοῦ

προτέρου χεῖρόν ἐστιν. (230) αὐτὸς οὖν τὴν τύπωσιν εἰρῆσθαι ὑπὸ τοῦ

 

15   Ζήνωνος ὑπενόει ἀντὶ τῆς ἑτεροιώσεως, ὥστ' εἶναι τοιοῦτον τὸν λόγον

«φαντασία ἐστὶν ἑτεροίωσις ψυχῆς», μηκέτι ἀτόπου ὄντος ‹τοῦ› τὸ αὐτὸ

σῶμα ὑφ' ἓν (κατὰ τὸν αὐτὸν χρόνον), πολλῶν περὶ ἡμᾶς συνισταμένων

φαντασιῶν, παμπληθεῖς ἀναδέχεσθαι ἑτεροιώσεις· (231) ὥσπερ γὰρ ὁ

ἀήρ, ὅταν ἅμα πολλοὶ φωνῶσιν, ἀμυθήτους ὑπὸ ἓν καὶ διαφερούσας

 

20  ἀναδεχόμενος πληγὰς εὐθὺς πολλὰς ἴσχει καὶ τὰς ἑτεροιώσεις, οὕτω

καὶ τὸ ἡγεμονικὸν ποικίλως φαντασιούμενον ἀνάλογόν τι τούτῳ πείσε-

ται.

 

[+] Σύγκριση με Επίκουρο – επικουρισμό

βλ. Διογένη Λαέρτιο, X [= 10 Επίκουρος], 31-33, σσ. 560, 562 [αἴσθησις, πρόληψις, δόξα-ὑπόληψις]

 

2. Γραμματική και γλωσσική θεωρία

 

ΔΙΑΛΕΚΤΙΚΗ

Διογένης Λαέρτιος, 7, 55

 

Τῆς δὲ διαλεκτικῆς θεωρίας συμφώνως δοκεῖ τοῖς πλείστοις
ἀπὸ τοῦ περὶ φωνῆς ἐνάρχεσθαι τόπου. ἔστι δὲ φωνὴ ἀὴρ πεπλη-
γμένος ἢ τὸ ἴδιον αἰσθητὸν ἀκοῆς, ὥς φησι Διογένης ὁ Βαβυλώνιος
ἐν τῇ Περὶ φωνῆς τέχνῃ. ζῴου μέν ἐστι φωνὴ ἀὴρ ὑπὸ ὁρμῆς
πεπληγμένος, ἀνθρώπου δ' ἔστιν ἔναρθρος καὶ ἀπὸ διανοίας
ἐκπεμπομένη, ὡς ὁ Διογένης φησίν, ἥτις ἀπὸ δεκατεσσάρων ἐτῶν
τελειοῦται.

 

SVF, 2, 146

146 Origenes contra Celsum I, 24 (p. 341 Delarue) Vol. I p. 74, 10.

 ἐμπίπτει εἰς τὸ προκείμενον λόγος βαθὺς καὶ ἀπόῤῥητος, ὁ περὶ φύσεως ὀνο-

[σειρά 40] μάτων, πότερον, ὡς οἴεται Ἀριστοτέλης, θέσει ἐστὶ τὰ ὀνόματα ἢ, ὡς νομί- ζουσιν οἱ ἀπὸ τῆς Στοᾶς, φύσει, μιμουμένων τῶν πρώτων φωνῶν τὰ πράγματα , καθ' ὧν τὰ ὀνόματα, καθὸ καὶ στοιχεῖά τινα τῆς ἐτυμολογkιας εἰσάγουσιν.

 

 

Η ΣΤΩΙΚΗ ΦΙΛΟΣΟΦΙΑ ΤΗΣ ΦΥΣΗΣ

 

Διογένης Λαέρτιος, 7, 156

Δοκεῖ δ' αὐτοῖς τὴν μὲν φύσιν εἶναι πῦρ τεχνικόν, ὁδῷ βαδίζον
εἰς γένεσιν, ὅπερ ἐστὶ πνεῦμα πυροειδὲς καὶ τεχνοειδές·

 

Πλούταρχος, Περί στωικών εναντιωμάτων, 1050 b [για τον Χρύσιππο]

 

Ὅτι δ´ ἡ κοινὴ φύσις καὶ ὁ κοινὸς τῆς (1050b) φύσεως λόγος εἱμαρμένη καὶ πρόνοια καὶ Ζεύς ἐστιν, οὐδὲ τοὺς ἀντίποδας λέληθε· πανταχοῦ γὰρ ταῦτα θρυλεῖται ὑπ´ αὐτῶν· καὶ τὸ

« Διὸς δ´ ἐτελείετο βουλή »

τὸν Ὅμηρον εἰρηκέναι φησὶν ὀρθῶς ἐπὶ τὴν εἱμαρμένην ἀναφέροντα καὶ τὴν τῶν ὅλων φύσιν, καθ´ ἣν πάντα διοικεῖται. Πῶς οὖν ἅμα μὲν οὐδενὸς αἰσχροῦ παραίτιος ὁ θεός, ἅμα δ´ οὐδὲ τοὐλάχιστον ἐνδέχεται γίνεσθαι ἄλλως ἢ κατὰ τὴν κοινὴν φύσιν καὶ τὸν ἐκείνης λόγον; Ἐν γὰρ πᾶσι τοῖς γινομένοις καὶ τὰ αἰσχρὰ δήπουθέν ἐστιν.

 

1) SVF, 2, 937

 

Πλούταρχος, Περί στωικών εναντιωμάτων, 1056 c

 

(1056c)  αὐτὸς δὲ πολλὰ τούτοις ὁμολογούμενα γράφει, τέλος δέ φησι μηδὲν ἴσχεσθαι μηδὲ κινεῖσθαι μηδὲ τοὐλάχιστον ἄλλως ἢ κατὰ τὸν τοῦ Διὸς λόγον, ὃν τῇ εἱμαρμένῃ τὸν αὐτὸν εἶναι. Ἔτι τοίνυν τὸ μὲν προκαταρκτικὸν αἴτιον ἀσθενέστερόν ἐστι τοῦ αὐτοτελοῦς καὶ οὐκ ἐξικνεῖται κρατούμενον ὑπ´ ἄλλων ἐνισταμένων, τὴν δ´ εἱμαρμένην αἰτίαν ἀνίκητον καὶ ἀκώλυτον καὶ ἄτρεπτον ἀποφαίνων αὐτὸς Ἄτροπον καλεῖ καὶ Ἀδράστειαν καὶ Ἀνάγκην καὶ Πεπρωμένην ὡς πέρας ἅπασιν ἐπιτιθεῖσαν.

 

ΕΡΩΤΗΜΑ: Πώς ορίζεται η φύση στην πρώτη μορφή;

 


2) SVF, 2, 549 και 1211 (στα λατινικά, από τον Κικέρωνα)

Φύση = η δύναμη ή η αρχή που δίνει στον κόσμο ενότητα και συνοχή

 

3) SVF, 2, 1132 κ. εξ.

 

1132

Διογένης Λαέρτιος, 7, 148 -149

148

φύσιν δὲ
ποτὲ μὲν ἀποφαίνονται τὴν συνέχουσαν τὸν κόσμον, ποτὲ δὲ τὴν
φύουσαν τὰ ἐπὶ γῆς. ἔστι δὲ φύσις ἕξις ἐξ αὑτῆς κινουμένη κατὰ
σπερματικοὺς λόγους ἀποτελοῦσά τε καὶ συνέχουσα τὰ ἐξ αὑτῆς
ἐν ὡρισμένοις χρόνοις καὶ τοιαῦτα δρῶσα ἀφ' οἵων ἀπεκρίθη.

 

149

ταύτην δὲ καὶ τοῦ συμφέροντος στοχάζεσθαι καὶ ἡδονῆς, ὡς δῆλον
ἐκ τῆς τοῦ ἀνθρώπου δημιουργίας.

 

 

Γαληνός

1133Galenusdefin.medicae95Vοl.ΧIXp.371K.φύσιςἐστὶ

[σειρά20]  πῦρτεχνικὸνὁδῷβαδίζονεἰςγένεσινκαὶἐξἑαυτοῦἐνεργητικῶςκινούμενον.ἑτέρως·φύσιςἐστὶπνεῦμαἔνθερμονἐξἑαυτοῦκινούμενον κακατὰτὰςσπερματικὰςδυνάμειςγεννῶντεκατελειοῦν κα διατηροῦντὸνἄνθρωπον.Secunturcοmpluresdefinitioneshuiusvaldesimiles.φύσις κακρᾶσιςλέγεται,φύσιςκαὶἕξις,φύσιςκαὶκαθ'ὁρμὴνκίνησις.φύσις

[σειρά 25] καὶ ἡ διοικοῦσα τὸ ζῷον δύναμις λἐγεται.

 

ΕΡΩΤΗΜΑ: Πώς ορίζεται η φύση στην τρίτη μορφή;
 

4) SVF, 2, 913

Στοβαίος, Εκλογών Βιβλία Β΄ [=Ioannes Stobaei eclogarum physicarum libri duo]

 

Χρύσιππος δύναμιν πνευματικὴν τὴν οὐσίαν τῆς εἱμαρμένης τάξει τοῦ παντὸς διοικητικήν [. . ] «Εἱμαρμένη ἐστὶν ὁ τοῦ κόσμου λόγος» ἢ «νόμος τῶν {ὄντων} ἐν τῷ κόσμῳ προνοίᾳ διοικουμένων»  ἢ «λόγος, καθ´ ὃν τὰ μὲν γεγονότα γέγονε τὰ δὲ γινόμενα γίνεται τὰ δὲ γενησόμενα γενήσεται.» Μεταλαμβάνει δὲ ἀντὶ τοῦ λόγου τὴν ἀλήθειαν, τὴν αἰτίαν, τὴν φύσιν, τὴν ἀνάγκην προστιθείς καὶ ἑτέρας ὀνομασίας ὡς ἐπί τῆς αὐτῆς οὐσίας τασσομένας καθ’ ἑτέρας  καὶ ἑτέρας ἐπιβολάς. Μοίρας δὲ καλεῖσθαι ἀπὸ τοῦ κατ’ αὐτάς διαμερισμοῦ, Κλωθώ καὶ Λάχεσιν καὶ Ἄτροπον. Λάχεσιν μέν, ὅτι ὃν κλῆρον λελόγχασιν ἕκαστοι κατὰ τὸ δίκαιον ἀπονέμεται. Ἄτροπον δὲ ὅτι ἀμετάθετος καὶ ἀμετάβλητός ἐστιν ὁ καθ’ ἕκαστα διορισμὸς ἑξ ἀϊδίων χρόνων· Κλωθώ δὲ ὅτι ἡ κατὰ τὴν εἱμαρμένην διανέμησις καὶ τὰ γεννώμενα τοῖς κλωθωμένοις παραπλησίως διεξάγεται, κατὰ τὴν ἐτυμολογικὴν ἐξήγησιν τῶν ὀνομάτων ἅμα καὶ τῶν  πραγμάτων συμπαρισταμένων εὐχρήστως.

 

ΕΡΩΤΗΜΑ: Πώς ορίζεται η φύση στην τέταρτη μορφή;

 

5) SVF, 1, 158

Themistius De Anima Β΄

 

τάχα δὲ καὶ τοῖς ἀπὸ Ζήνωνος σύμφωνος ἡ δόξα, διὰ πάσης οὐσίας [25] πεφοιτηκέναι τὸν θεὸν τιθεμένοις, καὶ ποῦ μὲν εἶναι νοῦν, ποῦ δὲ ψυχήν, ποῦ δὲ φύσιν, ποῦ δὲ ἕξιν.

 

SVF, 1, 176

 

Aetius I 27, 5

Ζήνων ὁ Στωικὸς ἐν τῷ περὶ φύσεως (τὴν εἱμαρμένην) δύναμιν κινητικὴν τῆς ὕλης κατὰ ταὐτὰ καὶ ὡσαύτως, ἥντινα μὴ διαφέρειν πρόνοιαν καὶ φύσιν καλεῖν.

 

 

SVF, 3, 323

 

Philo de Joseph. Vol. II Mang. p. 46 [Φίλων, Σχετικά με τον Ιωσήφ = Η ζωή του Ιωσήφ ή πώς πρέπει να ενεργεί ο σοφός μέσα στην υφιστάμενη πολιτεία].

προσθήκη γάρ ἐστι τῆς τὸ κῦρος ἁπάντων ἀνημμένης φύσεως ἡ κατὰ δήμους πολιτεία ἡ μὲν γὰρ μεγαλόπολις ὅδε ὁ κόσμος ἐστὶ καὶ μιᾷ χρῆται πολιτείᾳ καὶ νόμῳ ἐνί. Λόγος δέ ἐστι φύσεως προστακτικὸς μὲν ὧν πρακτέον, ἀπα-γορευτικὸς δὲ ὧν οὐ ποιητέον. Αἱ δὲ κατὰ τόπους αὗται πόλεις ἀπερί- γραφοί τε εiσὶν ἀριθμῷ καὶ πολιτείαις χρῶνται διαφερούσαις καὶ -νόμοις οὐχὶ τοῖς αὐτοῖς. Ἄλλα γὰρ παρ' ἄλλοις ἔθη καὶ νόμιμα παρεξηυρημένα καὶ προστεθειμένα. — Αἴτιον δὲ τὸ ἄμικτον καὶ ἀκοινώνητον, οὐ μόνον Ἑλλήνων πρὸς βαρβάρους ἢ βαρβάρων πρὸς Ἕλληνας ἀλλὰ καὶ τὸ ἑκατέρου γένους

5 ἰδίᾳ πρὸς τὸ ὁμόφυλον. Εἶθ', ὧς ἔοικε, τὰ ἀναίτια αἰτιώμενοι, καιροὺς ἀβουλήτους, ἀγονίαν καρπῶν, τὸ λυπρόγειον , τὴν θέσιν, ὅτι παράλιος ἢ μεσόγειος ἢ κατὰ νῆσον ἢ κατὰ ἤπειρον ἢ ὅσα τούτοις ὁμοιότροπα τἀληθὲς ἡσυχάζουσιν. Ἒστι δ' ἡ πλεονεξία καὶ ἡ πρὸς ἀλλήλους ἀπιστία, δι' ἅς, οὐκ ἀρκεσθέντες τοῖς τῆς φύσεως θεσμοῖς, τὰ δόξαντα συμφέρειν κοινῇ

10 τοῖς ὁμογνώμοσιν ὁμίλοις ταῦτα νόμους ἐπεφήμισαν, ὥστε εἰκό- τὼς προσθῆκαι μᾶλλον αἱ κατὰ μέρος πολιτεῖαι μιᾶς τῆς κατὰ φύσιν. Προσθῆκαι μὲν γὰρ οἱ κατὰ πόλεις νόμοι τοῦ τῆς φύσεως ρθολόγου. p. 47. οἰκία γὰρ πόλις ἐστὶν ἐσταλμένη καὶ βραχεῖα, καὶ οἰκονομία συνηγμένη τις πολιτεία· ὧς καὶ πόλις μὲν οἶκος μέγας, πολιτεία δὲ κοινή τις

16 οἰκονομία. Δι' ὧν μάλιστα παρίσταται τὸν αὐτὸν οἰκονομικόν τε εἷναι καὶ πολιτικόν, κἂν τὰ πλήθη καὶ μεγέθη τῶν ὑποκειμένων διαλλάττῃ.

 

ΕΡΩΤΗΜΑ: Πώς ορίζεται η φύση στην πέμπτη μορφή;

 

 

Η σχέση ανάμεσα στη Φύση και τον λόγον

 

SVF, 2, 714

Κλήμης Αλεξανδρεύς, Στρωματείς, II, σ. 487

 

Τ ῶν γὰρ κινουμένων τὰ μὲν καθ´ ὁρμὴν καὶ φαντασίαν κινεῖται, ὡς τὰ ζῷα, τὰ δὲ κατὰ μετάθεσιν, ὡς τὰ ἄψυχα. Κινεῖσθαι δὲ καὶ τῶν ἀψύχων τὰ φυτὰ μεταβατικῶς φασιν εἰς αὔξησιν, εἴ τις αὐτοῖς ἄψυχα εἶναι συγχωρήσει τὰ φυτά. Ἕξεως μὲν οὖν οἱ λίθοι, φύσεως δὲ τὰ φυτά, ὁρμῆς δὲ καὶ φαντασίας τῶν τε αὖ δυοῖν τῶν προειρημένων καὶ τὰ ἄλογα μετέχει ζῷα. Ἡ λογικὴ δὲ δύναμις, ἰδία οὖσα τῆς ἀνθρωπείας ψυχῆς, οὐχ ὡσαύτως τοῖς ἀλόγοις ζῴοις ὁρμᾶν ὀφείλει, ἀλλὰ καὶ διακρίνειν τὰς φαντασίας καὶ μὴ συναποφέρεσθαι αὐταῖς.

 

ΕΡΩΤΗΜΑ

Ποιο είναι το σταθερό στωικό κριτήριο της ύπαρξης (των σωμάτων);

 

 

ΕΡΩΤΗΜΑ

Είναι οι Στωικοί υλιστές;

 

ΟΙ ΔΥΟ ΑΡΧΕΣ ΤΩΝ ΟΝΤΩΝ:

Η ΕΝΕΡΓΗΤΙΚΗ ΚΑΙ Η ΠΑΘΗΤΙΚΗ ΑΡΧΗ

 

Διογένης Λαέρτιος, 7, 134 (Ζήνων)

 

Δοκεῖ δ' αὐτοῖς ἀρχὰς εἶναι τῶν ὅλων δύο, τὸ ποιοῦν καὶ τὸ
πάσχον
. τὸ μὲν οὖν πάσχον εἶναι τὴν ἄποιον οὐσίαν τὴν ὕλην, τὸ
δὲ ποιοῦν τὸν ἐν αὐτῇ λόγον τὸν θέον· τοῦτον γὰρ ἀΐδιον ὄντα
διὰ πάσης αὐτῆς δημιουργεῖν ἕκαστα. τίθησι δὲ τὸ δόγμα τοῦτο
Ζήνων μὲν ὁ Κιτιεὺς ἐν τῷ Περὶ οὐσίας, Κλεάνθης δ' ἐν τῷ Περὶ
τῶν ἀτόμων, Χρύσιππος δ' ἐν τῇ πρώτῃ τῶν Φυσικῶν πρὸς τῷ
τέλει, Ἀρχέδημος δ' ἐν τῷ Περὶ στοιχείων καὶ Ποσειδώνιος ἐν τῷ
δευτέρῳ τοῦ Φυσικοῦ λόγου. διαφέρειν δέ φασιν ἀρχὰς καὶ
στοιχεῖα· τὰς μὲν γὰρ εἶναι ἀγενήτους <καὶ> ἀφθάρτους, τὰ δὲ
στοιχεῖα κατὰ τὴν ἐκπύρωσιν φθείρεσθαι. ἀλλὰ καὶ ἀσωμάτους
εἶναι τὰς ἀρχὰς καὶ ἀμόρφους, τὰ δὲ μεμορφῶσθαι.

 

 

 

Η «ΜΕΙΞΗ» : Η ΦΥΣΙΚΗ ΣΧΕΣΗ ΑΝΑΜΕΣΑ ΣΤΙΣ ΔΥΟ ΑΡΧΕΣ (ή ΣΤΑ ΣΥΣΤΑΤΙΚΑ) ΤΟΥ ΟΝΤΟΣ

ΚΑΙ

Η ΠΑΡΟΥΣΙΑ ΤΟΥ ΘΕΟΥ

 

SVF, 2, 310

310 Alexander Aphod. de mixtiοne p. 224, 32 Bruns. αἰτιάσαιτο δ’ ἄν τις εὐλόγως αὐτῶν, ἐνταῦθα τοῦ λόγου γενόμενος, καὶ τὸ δὺο ἀρχὰς τῶν πάντων λέγοντας εἶναι, ὕλην τε καὶ θεόν, ὧν τὸν μὲν ποιοῦντα εἶναι, τὴν δὲ πάσχουσαν, μεμῖχθαιτῆὕλῃλέγειντὸνθεόν,διὰπάσηςαὐτῆς

 30   διήκοντα καὶ σχηματίζοντα καὶ μορφοῦντα καὶ κοσμοποιοῦντα τούτῳ τῷ τρόπῳ· εἰ γὰρ θεὸς κατ’ αὐτοὺς σῶμα, πνεῦμα ὢν νοερόν τε καὶ ἀΐδιον, καὶ ἡ ὕλη δὲ σῶμα, πρῶτον μὲν ἔσται πάλιν διῆκον σῶμα διὰ σώματος, ἔπειτα τὸ πνεῦμα τοῦτο ἤτοι τι τῶν τεσσάρων τῶν ἁπλῶν ἔσται σωμάτων, ἃ καὶ στοιχεῖά φασιν , ἢ ἐκ τούτων σύγκριμα, ὥς που καὶ αὐτοὶ 35 λέγουσιν (καὶ γὰρ ἀέρος καὶ πυρὸς ὑφίστανται τὴν οὐσίαν ἔχειν τὸ πνεῦμα) ἢ 〈εἰ〉ἄλλο τι εἰη, ἔσται τὸ θεῖον αὐτοῖς σῶμα πέμπτη τις οὐσία, χωρὶς ἀποδείζεώς τινος καὶ παραμυθίας λεγομένη τοῖς πρὸς τὸν μετὰ τῶν οἰκείων 〈ἀποδείξεων〉τιθέμενον τοῦτο ἀντιλέγουσιν ὡς λέγοντα παράδοξα.

 

 

ΘΕΟΣ ΚΑΙ ΚΟΣΜΟΣ (ΣΥΓΚΡΙΣΗ ΜΕ ΕΠΙΚΟΥΡΟ): ΔΗΜΙΟΥΡΓΙΑ, ΣΥΜΠΑΝ-ΚΟΣΜΟΣ, ΟΥΣΙΑ ΤΟΥ ΘΕΟΥ ΚΑΙ ΤΩΝ ΟΝΤΩΝ - ΟΝΤΟΛΟΓΙΑ, Ο ΧΡΟΝΟΣ

 

Διογένης Λαέρτιος, 7, 136-151 (Ζήνων)

[135] Ἕν τ' εἶναι θεὸν καὶ νοῦν καὶ εἱμαρμένην καὶ Δία· πολλαῖς

136

τ' ἑτέραις ὀνομασίαις προσονομάζεσθαι. κατ’ ἀρχὰς μὲν οὖν καθ'
αὑτὸν ὄντα τρέπειν τὴν πᾶσαν οὐσίαν δι' ἀέρος εἰς ὕδωρ· καὶ
ὥσπερ ἐν τῇ γονῇ τὸ σπέρμα περιέχεται, οὕτω καὶ τοῦτον
σπερματικὸν λόγον ὄντα τοῦ κόσμου, τοιόνδε ὑπολείπεσθαι ἐν τῷ
ὑγρῷ, εὐεργὸν αὑτῷ ποιοῦντα τὴν ὕλην πρὸς τὴν τῶν ἑξῆς γένεσιν·
εἶτ' ἀπογεννᾶν πρῶτον τὰ τέσσαρα στοιχεῖα, πῦρ, ὕδωρ, ἀέρα,
γῆν. λέγει δὲ περὶ αὐτῶν Ζήνων τ' ἐν τῷ Περὶ τοῦ ὅλου καὶ
Χρύσιππος ἐν τῇ πρώτῃ τῶν Φυσικῶν καὶ Ἀρχέδημος ἔν τινι
Περὶ στοιχείων. ἔστι δὲ στοιχεῖον ἐξ οὗ πρώτου γίνεται τὰ

137

γινόμενα καὶ εἰς ὃ ἔσχατον ἀναλύεται. τὰ δὴ τέτταρα στοιχεῖα
εἶναι ὁμοῦ τὴν ἄποιον οὐσίαν τὴν ὕλην· εἶναι δὲ τὸ μὲν πῦρ τὸ
θερμόν
, τὸ δ' ὕδωρ τὸ ὑγρόν, τόν τ' ἀέρα τὸ ψυχρὸν, καὶ τὴν γῆν
τὸ ξηρόν
. οὐ μὴν ἀλλὰ καὶ ἔτι ἐν τῷ ἀέρι εἶναι τὸ αὐτὸ μέρος.
ἀνωτάτω μὲν οὖν εἶναι τὸ πῦρ, ὃ δὴ αἰθέρα καλεῖσθαι, ἐν ᾧ
πρώτην τὴν τῶν ἀπλανῶν σφαῖραν γεννᾶσθαι, εἶτα τὴν τῶν
πλανωμένων· μεθ' ἣν τὸν ἀέρα, εἶτα τὸ ὕδωρ, ὑποστάθμην δὲ
πάντων τὴν γῆν, μέσην ἁπάντων οὖσαν.

Λέγουσι δὲ κόσμον τριχῶς· αὐτόν τε τὸν θεὸν τὸν ἐκ τῆς
ἁπάσης οὐσίας ἰδίως ποιόν, ὃς δὴ ἄφθαρτός ἐστι καὶ ἀγένητος,
δημιουργὸς ὢν τῆς διακοσμήσεως, κατὰ χρόνων ποιὰς περιόδους
ἀναλίσκων εἰς ἑαυτὸν τὴν ἅπασαν οὐσίαν καὶ πάλιν ἐξ ἑαυτοῦ

138

γεννῶν· καὶ αὐτὴν δὲ τὴν διακόσμησιν τῶν ἀστέρων κόσμον
εἶναι λέγουσι· καὶ τρίτον τὸ συνεστηκὸς ἐξ ἀμφοῖν. καὶ ἔστι κό-
σμος ὁ ἰδίως ποιὸς τῆς τῶν ὅλων οὐσίας ἤ, ὥς φησι Ποσειδώνιος
ἐν τῇ Μετεωρολογικῇ στοιχειώσει, σύστημα ἐξ οὐρανοῦ καὶ
γῆς καὶ τῶν ἐν τούτοις φύσεων ἢ σύστημα ἐκ θεῶν καὶ ἀνθρώπων
καὶ τῶν ἕνεκα τούτων γεγονότων. οὐρανὸς δέ ἐστιν ἡ ἐσχάτη
περιφέρεια ἐν ᾗ πᾶν ἵδρυται τὸ θεῖον.

Τὸν δὴ κόσμον διοικεῖσθαι κατὰ νοῦν καὶ πρόνοιαν, καθά
φησι Χρύσιππός τ' ἐν τῷ πέμπτῳ Περὶ προνοίας καὶ Ποσειδώνιος
ἐν τῷ τρισκαιδεκάτῳ Περὶ θεῶν, εἰς ἅπαν αὐτοῦ μέρος διήκοντος

τοῦ νοῦ, καθάπερ ἐφ’ ἡμῶν τῆς ψυχῆς· ἀλλ' ἤδη δι' ὧν μὲν μᾶλ-

139

λον, δι’ ὧν δὲ ἧττον. δι’ ὧν μὲν γὰρ ὡς ἕξις κεχώρηκεν, ὡς
διὰ τῶν ὀστῶν καὶ τῶν νεύρων· δι’ ὧν δὲ ὡς νοῦς, ὡς διὰ τοῦ
ἡγεμονικοῦ. οὕτω δὴ καὶ τὸν ὅλον κόσμον ζῷον ὄντα καὶ ἔμψυχον
καὶ λογικόν
, ἔχειν ἡγεμονικὸν μὲν τὸν αἰθέρα, καθά φησιν Ἀντί-
πατρος ὁ Τύριος ἐν τῷ ὀγδόῳ Περὶ κόσμου. Χρύσιππος δ' ἐν
τῷ πρώτῳ Περὶ προνοίας καὶ Ποσειδώνιος ἐν τῷ Περὶ θεῶν τὸν
οὐρανόν φασι τὸ ἡγεμονικὸν τοῦ κόσμου, Κλεάνθης δὲ τὸν ἥλιον.
ὁ μέντοι Χρύσιππος διαφορώτερον πάλιν τὸ καθαρώτατον τοῦ
αἰθέρος ἐν ταὐτῷ, ὃ καὶ πρῶτονθεὸνλέγουσιν αἰσθητικῶς ὥσπερ
κεχωρηκέναι διὰ τῶν ἐν ἀέρι καὶ διὰ τῶν ζῴων ἁπάντων καὶ
φυτῶν· διὰ δὲ τῆς γῆς αὐτῆς καθ’ ἕξιν.

140

Ἕνα τὸν κόσμον εἶναι καὶ τοῦτον πεπερασμένον, σχῆμ’ ἔχοντα
σφαιροειδές· πρὸς γὰρ τὴν κίνησιν ἁρμοδιώτατον τὸ τοιοῦτον,
καθά φησι Ποσειδώνιος ἐν τῷ πέμπτῳ τοῦ Φυσικοῦ λόγου καὶ οἱ
περὶ Ἀντίπατρον ἐν τοῖς περὶ κόσμου. ἔξωθεν δ’ αὐτοῦ περι-
κεχυμένον εἶναι τὸ κενὸν ἄπειρον, ὅπερ ἀσώματον εἶναι· ἀσώμα-
τον δὲ τὸ οἷόν τε κατέχεσθαι ὑπὸ σωμάτων οὐ κατεχόμενον· ἐν δὲ
τῷ κόσμῳ μηδὲν εἶναι κενόν, ἀλλ’ ἡνῶσθαι αὐτόν· τοῦτο γὰρ
ἀναγκάζειν τὴν τῶν οὐρανίων πρὸς τὰ ἐπίγεια σύμπνοιαν καὶ
συντονίαν. φησὶ δὲ περὶ τοῦ κενοῦ Χρύσιππος μὲν ἐν τῷ Περὶ
κενοῦ καὶ ἐν τῇ πρώτῃ τῶν Φυσικῶν τεχνῶν καὶ Ἀπολλοφάνης ἐν
τῇ Φυσικῇ καὶ Ἀπολλόδωρος καὶ Ποσειδώνιος ἐν δευτέρῳ τοῦ
Φυσικοῦ λόγου.

141

Εἶναι δὲ καὶ ταῦτα ἀσώματα ὁμοίως. ἔτι δὲ καὶ τὸν χρόνον
ἀσώματον
, διάστημα ὄντα τῆς τοῦ κόσμου κινήσεως. τούτου δὲ
τὸν μὲν παρῳχηκότα καὶ τὸν μέλλοντα ἀπείρους, τὸν δὲ ἐνεστῶτα
πεπερασμένον. ἀρέσκει δ’ αὐτοῖς καὶ φθαρτὸν εἶναι τὸν κόσμον,
ἅτε γενητὸν τῷ λόγῳ τῶν δι’ αἰσθήσεως νοουμένων, οὗ τε τὰ μέρη
φθαρτά ἐστι, καὶ τὸ ὅλον· τὰ δὲ μέρη τοῦ κόσμου φθαρτά· εἰς
ἄλληλα γὰρ μεταβάλλει· φθαρτὸς ἄρα ὁ κόσμος. καὶ εἴ τι ἐπι-
δεκτικόν ἐστι τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς, φθαρτόν ἐστι· καὶ
ὁ κόσμος δέ· ἐξαυχμοῦται γὰρ καὶ ἐξυδατοῦται.

142

Γίνεσθαι δὲ τὸν κόσμον ὅταν ἐκ πυρὸς ἡ οὐσία τραπῇ δι’ ἀέρος
εἰς ὑγρότητα, εἶτα τὸ παχυμερὲς αὐτοῦ συστὰν ἀποτελεσθῇ
γῆ, τὸ δὲ λεπτομερὲς ἐξαραιωθῇ, καὶ τοῦτ’ ἐπὶ πλέον λεπτυνθὲν
πῦρ ἀπογεννήσῃ. εἶτα κατὰ μίξιν ἐκ τούτων φυτά τε καὶ ζῷα
καὶ τὰ ἄλλα γένη. περὶ δὴ οὖν τῆς γενέσεως καὶ φθορᾶς τοῦ
κόσμου φησὶ Ζήνων μὲν ἐν τῷ Περὶ ὅλου, Χρύσιππος δ' ἐν τῷ
πρώτῳ τῶν Φυσικῶν καὶ Ποσειδώνιος ἐν πρώτῳ Περὶ κόσμου
καὶ Κλεάνθης καὶ Ἀντίπατρος ἐν τῷ δεκάτῳ Περὶ κόσμου.
Παναίτιος δ' ἄφθαρτον ἀπεφήνατο τὸν κόσμον.

Ὅτι δὲ καὶ ζῷον ὁ κόσμος καὶ λογικὸν καὶ ἔμψυχον καὶ
νοερὸν καὶ Χρύσιππος ἐν πρώτῳ φησὶν Περὶ προνοίας καὶ Ἀπολ-

 

 

143

λόδωρος [φησιν] ἐν τῇ Φυσικῇ καὶ Ποσειδώνιος· ζῷον μὲν οὕτως
ὄντα, οὐσίαν ἔμψυχον αἰσθητικήν. τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου
κρεῖττον· οὐδὲν δὲ τοῦ κόσμου κρεῖττον· ζῷον ἄρ' ὁ κόσμος.
ἔμψυχον δέ, ὡς δῆλον ἐκ τῆς ἡμετέρας ψυχῆς ἐκεῖθεν οὔσης
ἀποσπάσματος. Βόηθος δέ φησιν οὐκ εἶναι ζῷον τὸν κόσμον.
ὅτι θ’ εἷς ἐστι Ζήνων φησὶν ἐν τῷ Περὶ τοῦ ὅλου καὶ Χρύσιππος
καὶ Ἀπολλόδωρος ἐν τῇ Φυσικῇ καὶ Ποσειδώνιος ἐν πρώτῳ
τοῦ Φυσικοῦ λόγου. τὸ δὲ πᾶν λέγεται, ὥς φησιν Ἀπολλόδωρος,
ὅ τε κόσμος καὶ καθ’ ἕτερον τρόπον τὸ ἐκ τοῦ κόσμου καὶ τοῦ
ἔξωθεν κενοῦ σύστημα. ὁ μὲν οὖν κόσμος πεπερασμένος ἐστί,
τὸ δὲ κενὸν ἄπειρον.

144

Τῶν δ' ἄστρων τὰ μὲν ἀπλανῆ συμπεριφέρεσθαι τῷ ὅλῳ
οὐρανῷ, τὰ δὲ πλανώμενα κατ' ἰδίας κινεῖσθαι κινήσεις. τὸν δ'
ἥλιον λοξὴν τὴν πορείαν ποιεῖσθαι διὰ τοῦ ζωδιακοῦ κύκλου·
ὁμοίως καὶ τὴν σελήνην ἑλικοειδῆ. εἶναι δὲ τὸν μὲν ἥλιον
εἰλικρινὲς πῦρ, καθά φησι Ποσειδώνιος ἐν τῷ ἑβδόμῳ Περὶ
μετεώρων· καὶ μείζονα τῆς γῆς, ὡς ὁ αὐτὸς ἐν τῷ ἕκτῳ τοῦ
Φυσικοῦ λόγου· ἀλλὰ καὶ σφαιροειδῆ, ὡς οἱ περὶ αὐτὸν τοῦτόν
φασιν, ἀναλόγως τῷ κόσμῳ. πῦρ μὲν οὖν εἶναι, ὅτι τὰ πυρὸς
πάντα ποιεῖ· μείζω δὲ τῆς γῆς τῷ πᾶσαν ὑπ' αὐτοῦ φωτίζεσθαι,
ἀλλὰ καὶ τὸν οὐρανόν. καὶ τὸ τὴν γῆν δὲ κωνοειδῆ σκιὰν ἀπο-
τελεῖν τὸ μείζονα εἶναι σημαίνει· πάντοθεν δὲ βλέπεσθαι διὰ τὸ
μέγεθος.

145

Γεωδεστέραν δὲ τὴν σελήνην, ἅτε καὶ προσγειοτέραν οὖσαν.
τρέφεσθαι δὲ τὰ ἔμπυρα ταῦτα καὶ τὰ ἄλλα ἄστρα, τὸν μὲν ἥλιον
ἐκ τῆς μεγάλης θαλάττης νοερὸν ὄντα ἄναμμα· τὴν δὲ σελήνην ἐκ
ποτίμων ὑδάτων, ἀερομιγῆ τυγχάνουσαν καὶ πρόσγειον οὖσαν,
ὡς ὁ Ποσειδώνιος ἐν τῷ ἕκτῳ τοῦ Φυσικοῦ λόγου· τὰ δ' ἄλλα ἀπὸ
τῆς γῆς. δοκεῖ δ' αὐτοῖς σφαιροειδῆ εἶναι καὶ τὰ ἄστρα καὶ τὴν
γῆν ἀκίνητον οὖσαν. τὴν δὲ σελήνην οὐκ ἴδιον ἔχειν φῶς, ἀλλὰ
παρ' ἡλίου λαμβάνειν ἐπιλαμπομένην.

Ἐκλείπειν δὲ τὸν μὲν ἥλιον ἐπιπροσθούσης αὐτῷ σελήνης
κατὰ τὸ πρὸς ἡμᾶς μέρος, ὡς Ζήνων ἀναγράφει ἐν τῷ Περὶ τοῦ

146

ὅλου. φαίνεται γὰρ ὑπερχομένη ταῖς συνόδοις καὶ ἀποκρύπτουσα
αὐτὸν καὶ πάλιν παραλλάττουσα· γνωρίζεται δὲ τοῦτο διὰ λεκάνης
ὕδωρ ἐχούσης. τὴν δὲ σελήνην ἐμπίπτουσαν εἰς τὸ τῆς γῆς
σκίασμα· ὅθεν καὶ ταῖς πανσελήνοις ἐκλείπειν μόναις, καίπερ
κατὰ διάμετρον ἱσταμένην κατὰ μῆνα τῷ ἡλίῳ, ὅτι κατὰ λοξοῦ ὡς
πρὸς τὸν ἥλιον κινουμένη παραλλάττει τῷ πλάτει, ἢ βορειοτέρα ἢ
νοτιωτέρα γινομένη. ὅταν μέντοι τὸ πλάτος αὐτῆς κατὰ τὸν
ἡλιακὸν καὶ τὸν διὰ μέσων γένηται, εἶτα διαμετρήσῃ τὸν ἥλιον,
τότ' ἐκλείπει· γίνεται δὲ τὸ πλάτος αὐτῆς κατὰ τὸν διὰ μέσων
ἐν χηλαῖς καὶ σκορπίῳ καὶ κριῷ καὶ ταύρῳ, ὡς οἱ περὶ τὸν
Ποσειδώνιον.

147

Θεὸν δ' εἶναι ζῷον ἀθάνατον, λογικόν, τέλειον ἢ νοερὸν ἐν
εὐδαιμονίᾳ, κακοῦ παντὸς ἀνεπίδεκτον, προνοητικὸν κόσμου τε
καὶ τῶν ἐν κόσμῳ· μὴ εἶναι μέντοι ἀνθρωπόμορφον. εἶναι δὲ τὸν
μὲν δημιουργὸν τῶν ὅλων καὶ ὥσπερ πατέρα πάντων κοινῶς τε
καὶ τὸ μέρος αὐτοῦ τὸ διῆκον διὰ πάντων, ὃ πολλαῖς προσηγορίαις
προσονομάζεται κατὰ τὰς δυνάμεις.
Δία μὲν γάρ φασι δι' ὃν τὰ
πάντα, Ζῆνα δὲ καλοῦσι παρ' ὅσον τοῦ ζῆν αἴτιός ἐστιν ἢ διὰ
τοῦ ζῆν κεχώρηκεν, Ἀθηνᾶν δὲ κατὰ τὴν εἰς αἰθέρα διάτασιν
τοῦ ἡγεμονικοῦ αὐτοῦ, Ἥραν δὲ κατὰ τὴν εἰς ἀέρα, καὶ Ἥφαιστον
κατὰ τὴν εἰς τὸ τεχνικὸν πῦρ, καὶ Ποσειδῶνα κατὰ τὴν εἰς τὸ
ὑγρόν, καὶ Δήμητραν κατὰ τὴν εἰς γῆν· ὁμοίως δὲ καὶ τὰς ἄλλας
προσηγορίας ἐχόμενοί τινος οἰκειότητος ἀπέδοσαν.

148

Οὐσίαν δὲ θεοῦ Ζήνων μέν φησι τὸν ὅλον κόσμον καὶ τὸν
οὐρανόν, ὁμοίως δὲ καὶ Χρύσιππος ἐν τῷ πρώτῳ Περὶ θεῶν καὶ
Ποσειδώνιος ἐν πρώτῳ Περὶ θεῶν. καὶ Ἀντίπατρος ἐν ἑβδόμῳ
Περὶ κόσμου ἀεροειδῆ φησιν αὐτοῦ τὴν οὐσίαν· Βόηθος δὲ ἐν τῇ
Περὶ φύσεως οὐσίαν θεοῦ τὴν τῶν ἀπλανῶν σφαῖραν. φύσιν δὲ
ποτὲ μὲν ἀποφαίνονται τὴν συνέχουσαν τὸν κόσμον, ποτὲ δὲ τὴν
φύουσαν τὰ ἐπὶ γῆς. ἔστι δὲ φύσις ἕξις ἐξ αὑτῆς κινουμένη κατὰ
σπερματικοὺς λόγους ἀποτελοῦσά τε καὶ συνέχουσα τὰ ἐξ αὑτῆς
ἐν ὡρισμένοις χρόνοις καὶ τοιαῦτα δρῶσα ἀφ' οἵων ἀπεκρίθη.

149

ταύτην δὲ καὶ τοῦ συμφέροντος στοχάζεσθαι καὶ ἡδονῆς, ὡς δῆλον
ἐκ τῆς τοῦ ἀνθρώπου δημιουργίας. καθ’ εἱμαρμένην δέ φασι τὰ
πάντα γίνεσθαι Χρύσιππος ἐν τοῖς Περὶ εἱμαρμένης καὶ Ποσει-
δώνιος ἐν δευτέρῳ Περὶ εἱμαρμένης καὶ Ζήνων, Βόηθος δ' ἐν
πρώτῳ Περὶ εἱμαρμένης. ἔστι δ' εἱμαρμένη αἰτία τῶν ὄντων
εἰρομένη ἢ λόγος καθ’ ὃν ὁ κόσμος διεξάγεται. καὶ μὴν καὶ
μαντικὴν ὑφεστάναι πᾶσάν φασιν, εἰ καὶ πρόνοιαν εἶναι· καὶ αὐτὴν
καὶ τέχνην ἀποφαίνουσι διά τινας ἐκβάσεις, ὥς φησι Ζήνων τε
καὶ Χρύσιππος ἐν τῷ δευτέρῳ Περὶ μαντικῆς καὶ Ἀθηνόδωρος
καὶ Ποσειδώνιος ἐν τῷ δυοδεκάτῳ τοῦ Φυσικοῦ λόγου καὶ ἐν τῷ
πέμπτῳ Περὶ μαντικῆς. ὁ μὲν γὰρ Παναίτιος ἀνυπόστατον
αὐτήν φησιν.

150

Οὐσίαν δέ φασι τῶν ὄντων ἁπάντων τὴν πρώτην ὕλην, ὡς καὶ
Χρύσιππος ἐν τῇ πρώτῃ τῶν Φυσικῶν καὶ Ζήνων. ὕλη δέ ἐστιν ἐξ
ἧς ὁτιδηποτοῦν γίνεται. καλεῖται δὲ διχῶς, οὐσία τε καὶ ὕλη,
ἥ τε τῶν πάντων καὶ ἡ τῶν ἐπὶ μέρους. ἡ μὲν οὖν τῶν ὅλων οὔτε
πλείων οὔτ' ἐλάττων γίνεται, ἡ δὲ τῶν ἐπὶ μέρους <καὶ πλείων
καὶ ἐλάττων>. σῶμα δέ ἐστι κατ' αὐτοὺς ἡ οὐσία, καὶ πεπερασμένη
καθά φησιν Ἀντίπατρος ἐν δευτέρῳ Περὶ οὐσίας καὶ Ἀπολλό-
δωρος ἐν τῇ Φυσικῇ. καὶ παθητὴ δέ ἐστιν, ὡς ὁ αὐτός φησιν· εἰ
γὰρ ἦν ἄτρεπτος, οὐκ ἂν τὰ γινόμενα ἐξ αὐτῆς ἐγίνετο· ἔνθεν
κἀκ<ολουθ>εῖν ὡς ἥ τε τομὴ εἰς ἄπειρόν ἐστιν. (ἣν ἄπειρον
<οὐκ εἰς ἄπειρόν> φησιν ὁ Χρύσιππος· οὐ γάρ ἐστί τι ἄπειρον,
εἰς ὃ γίνεται ἡ τομή. ἀλλ' ἀκατάληκτός ἐστι.)

151

Καὶ τὰς κράσεις δὲ διόλου γίνεσθαι, καθά φησιν ὁ Χρύσιππος
ἐν τῇ τρίτῃ τῶν Φυσικῶν, καὶ μὴ κατὰ περιγραφὴν καὶ παρά-
θεσιν· καὶ γὰρ εἰς πέλαγος ὀλίγος οἶνος βληθεὶς ἐπὶ ποσὸν
ἀντιπαρεκταθήσεται, εἶτα συμφθαρήσεται.

Φασὶ δ' εἶναι καί τινας δαίμονας ἀνθρώπων συμπάθειαν ἔχον-
τας, ἐπόπτας τῶν ἀνθρωπείων πραγμάτων· καὶ ἥρωας τὰς
ὑπολελειμμένας τῶν σπουδαίων ψυχάς.

 

Κατηγορίες

Α. Ύλη = το «υπόστρωμα» ή η «ουσία»

 

Β. Ποιόν =  κάποια ποιότητα με την οποία συνοδεύεται η ύλη στο Στωικισμό, εφόσον πάντα τη διαπερνά το πνεύμα.

 

Γ. Διάθεση= το πῶς ἔχον, «το ότι βρίσκεται κάτι σε ορισμένη κατάσταση» = πνεύμα ή ύλη «σε ορισμένη κατάσταση» (π.χ. η ψυχή, η οποία είναι πνεύμα «σε ορισμένη κατάσταση») SVF, 2, 399-401

 

Δ. Σχετική διάθεση= το πρὸς τί πως ἔχον= ταξινόμηση ιδιοτήτων ενός πράγματος σε σχέση με κάτι άλλο. SVF, 2, 403.

 

Η ανθρώπινη λογικότητα και τα πάθη

Ερώτημα:

Γιατί ο άνθρωπος είναι ηθικό ον, σύμφωνα με τους Στωικούς;

 

 

 

 ΕΡΩΤΗΜΑ:

Αν η ανθρώπινη ηγεμονική αρχή επιτρέπει μόνο λογικές διαθέσεις, πώς μπορεί να υπάρχουν πάθη;

 

Α.

SVF, 1, 202

 

Πλουτάρχου, Περί Ηθικής Αρετής

 

Plutarch, De Virtute Morali cp. 3 p. 441 c.

 

Κοινῶς δὲ ἅπαντες οὗτοι (scil. [=scilicet]Stoici, Aristo, Zeno, Chrysippus) τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς διάθεσίν τινα καὶ δύναμιν γεγενημένην ὑπὸλόγου, μᾶλλον δὲ λόγον οὖσαν αὐτὴν ὁμολογούμενον καὶ βέβαιον καὶ ἀμετάπτωτον ὑποτίθενται· καὶ νομίζουσιν οὐκ εἶναι τὸ παθητικὸν καὶ ἄλογον διαφορᾷ τινι καὶ φύσει ψυχῆς τοῦ λογικοῦ διακεκριμένον, ἀλλὰ τὸ αὐτὸ τῆς ψυχῆς μέρος, ὃ δὴ καλοῦσι διάνοιαν καὶ ἡγεμονικόν, δι´ ὅλου τρεπόμενον καὶ μεταβάλλον ἔν τε τοῖς πάθεσι καὶ ταῖς κατὰ ἕξιν ἢ διάθεσιν μεταβολαῖς κακίαν τε γίνεσθαι καὶ ἀρετήν, καὶ μηδὲν ἔχειν ἄλογον ἐν ἑαυτῷ, λέγεσθαι δὲ ἄλογον, ὅταν τῷ πλεονάζοντι τῆς ὁρμῆς ἰσχυρῷ γενομένῳ καὶ κρατήσαντι πρός τι τῶν ἀτόπων παρὰ τὸν αἱροῦντα λόγον ἐκφέρηται· καὶ γὰρ τὸ πάθος εἶναι λόγον πονηρὸν καὶ ἀκόλαστον ἐκ φαύλης καὶ διημαρτημένης κρίσεως σφοδρότητα καὶ ῥώμην προσλαβόντα.

 

Β.

SVF, 3, 560

Στοβαίος, Εκλογών Βιβλία Β΄ [=Ioannes Stobaei eclogarum physicarum libri duo]

 

Λέγουσι δὲ καὶ πάντ’ εὖ ποεῖν τὸν σοφόν, ἅ ποιεῖ· Ὃv τρόπον γὰρ λέγομεν πάντ’ εὖ ποιεῖν τὸν αὐλητὴν ἢ κιθαρῳδόν, συνυπακουομένου τοῦ ὅτι τὰ μὲν κατὰ τὴν αὔλησιν, τὰ δὲ κατὰ τὴν κιθαρῳδίαν, τὸν αὐτὸν τρόπον πάντ' εὖ ποιεῖν τὸν φρόνι-

μον , καὶ ὅσα ποιεῖ καὶ οὐ μὰ Δία καὶ ἃ μὴ ποιεῖ. Tῷ γὰρ κατλόγονὀρθὸν ἐπιτελεῖν πάντα καὶ οἷον κατ’ ἀρετήν, περὶ ὅλον οὖσαν τὸν βίον τέχ-

νην, ἀκόλουθον ᾠήθησαν τὸ περὶ τοῦ πάντ’ εὖ ποιεῖν τὸν σοφὸν δόγμα. κατὰ τὸ ἀνάλογον δε καὶ τὸν φαῦλον πάντα ὅσα ποιεῖ κακῶς ποιεῖν κατὰ πάσας τὰς κακίας.

 

Γ.

SVF, 3, 473

 

473Galenus, De Placitis Hippocratis et Platonis,V 3 (161), p. 425

 

ὁ Χρύσιππος οὐχ ἅπαξ ἢ δίς, ἀλλὰ πάνυ πολλάκις αὐτὸς ὁμολογεῖ, δύναμίν τινα ἑτέραν εἶναι τῆς λογικῆς ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων αἰτίαν τῶν παθῶν, ἔνεστιν ἡμῖν ἐκ τῶν τοιούτων καταμαθεῖν, ἐν οἷς αἰτιᾶται τῶν πραττομένων οὐκ ὀρθῶς τονίαν τε καὶ ἀσθέ-

νειαν τῆς ψυχῆς· οὕτω γὰρ αὐτὰς ὀνομάζει, καθάπερ γε καὶ τἀναντία τὸ μὲν ετονίαν τὸ δ' ἰσχύν. ὅσα γὰρ οὐκ ὀρθῶς

πράττουσιν ἄνθρωποι, τὰ μὲν εἰς μοχθηρὰν κρίσιν ἀναφέρει, τα δ' εΙς ἀτονίαν καὶ ἀσθένειαν τῆς ψυχῆς, ὥσπερ γε καὶ ὧν κατορθοῦ- 6

σιν ἡ ὀρθὴ κρίσις ἐξηγεῖται μετὰ τῆς κατὰ τὴν ψυχὴν εὐ- τονίας. ἀλλὰ τοιούτων, ὥσπερ ἡ κρίσις ἔργον ἐστὶ τῆς λογικῆς δυ- νάμεως, οὕτως ἡ εὐτονία ῥώμη τε καὶ ἀρετὴ δυνάμεως ἐτέρας παρὰ τὴν λογικὴν, ἣν αὐτὸς ὁ Χρύσιππος ὀνομάζει τόνον, ἀφίστα- σθαίτέ φησιν ἔστιν ὅτε τῶν ὀρθῶς ἐγνωσμένων ἡμῖν, ἐν-   10

δόντος τοῦ τόνου τῆς ψυχῆς καὶ μὴ παραμείναντος ἔως παντὸς μήδ'ἐξυπηρετήσαντος τοῖςτοῦ λόγου προστάγμασιν, ἐναργῶς ἐν τοΙς τοιούτοις ἐνδεικνύμενος, οἷόν τι τὸ πάθος ἐστίν ἢδη δὲ καὶ ῥῆσιν αὐτοῦ τινα παραγράψω, περὶ τούτων ἐκδιδάσκουσαν. ἔστι δ' ἐκ τοῦ περὶ παθῶν ἠθικοῦ.

 

Δ.

SVF, 3, 459

Πλουτάρχου, Περί Ηθικής Αρετής

 

Plutarch, De Virtute Morali cp. 3 p. 441 c.

 

Κοινῶς δὲ ἅπαντες οὗτοι (scil. [=scilicet]Stoici, Aristo, Zeno, Chrysippus) τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς διάθεσίν τινα καὶ δύναμιν γεγενημένην ὑπὸ λόγου, μᾶλλον δὲ λόγον οὖσαν αὐτὴν ὁμολογούμενον καὶ βέβαιον καὶ ἀμετάπτωτον ὑποτίθενται· καὶ νομίζουσιν οὐκ εἶναι τὸ παθητικὸν καὶ ἄλογον διαφορᾷ τινι καὶ φύσει ψυχῆς τοῦ λογικοῦ διακεκριμένον, ἀλλὰ τὸ αὐτὸ τῆς ψυχῆς μέρος, ὃ δὴ καλοῦσι διάνοιαν καὶ ἡγεμονικόν, δι´ ὅλου τρεπόμενον καὶ μεταβάλλον ἔν τε τοῖς πάθεσι καὶ ταῖς κατὰ ἕξιν ἢ διάθεσιν μεταβολαῖς κακίαν τε γίνεσθαι καὶ ἀρετήν, καὶ μηδὲν ἔχειν ἄλογον ἐν ἑαυτῷ, λέγεσθαι δὲ ἄλογον, ὅταν τῷ πλεονάζοντι τῆς ὁρμῆς ἰσχυρῷ γενομένῳ καὶ κρατήσαντι πρός τι τῶν ἀτόπων παρὰ τὸν αἱροῦντα λόγον ἐκφέρηται· καὶ γὰρ τὸ πάθος εἶναι λόγον πονηρὸν καὶ ἀκόλαστον ἐκ φαύλης καὶ διημαρτημένης κρίσεως σφοδρότητα καὶ ῥώμην προσλαβόντα.

 

ΤΙ ΕΙΝΑΙ ΤΟ ΚΑΘΗΚΟΝ: ΟΡΙΣΜΟΣ

 

Διογένης Λαέρτιος, 7, 108

Κατωνομάσθαι δ' οὕτως ὑπὸ πρώτου Ζήνωνος τὸ καθῆκον,
ἀπὸ τοῦ κατά τινας ἥκειν τῆς προσονομασίας εἰλημμένης. ἐνέρ-
γημα δ’ αὐτὸ εἶναι ταῖς κατὰ φύσιν κατασκευαῖς οἰκεῖον. τῶν
γὰρ καθ’ ὁρμὴν ἐνεργουμένων τὰ μὲν καθήκοντα εἶναι, τὰ δὲ
παρὰ τὸ καθῆκον<, τὰ δ' οὔτε καθήκοντα οὔτε παρὰ τὸ καθῆκον>.

Καθήκοντα μὲν οὖν εἶναι ὅσα λόγος αἱρεῖ ποιεῖν, ὡς ἔχει
γονεῖς τιμᾶν, ἀδελφούς, πατρίδα, συμπεριφέρεσθαι φίλοις· παρὰ
τὸ καθῆκον δέ, ὅσα μὴ αἱρεῖ λόγος, ὡς ἔχει τὰ τοιαῦτα, γονέων
ἀμελεῖν, ἀδελφῶν ἀφροντιστεῖν, φίλοις μὴ συνδιατίθεσθαι, πατρίδα

109

ὑπερορᾶν καὶ τὰ παραπλήσια·

 

Διογένης Λαέρτιος, 7, 107

Ἔτι τῶν προηγμένων τὰ μὲν δι’ αὑτὰ προῆκται, τὰ δὲ δι’
ἕτερα, τὰ δὲ καὶ δι’ αὑτὰ καὶ δι’ ἕτερα. δι’ αὑτὰ μὲν εὐφυΐα,
προκοπὴ καὶ τὰ ὅμοια· δι’ ἕτερα δὲ πλοῦτος, εὐγένεια καὶ τὰ
ὅμοια· δι’ αὑτὰ δὲ καὶ δι’ ἕτερα ἰσχύς, εὐαισθησία, ἀρτιότης. δι’
αὑτὰ μέν, ὅτι κατὰ φύσιν ἐστί· δι’ ἕτερα δέ, ὅτι περιποιεῖ χρείας
οὐκ ὀλίγας. ὁμοίως δ’ ἔχει καὶ τὸ ἀποπροηγμένον κατὰ τὸν
ἐναντίον λόγον.

Ἔτι δὲ καθῆκόν φασιν εἶναι ὃ πραχθὲν εὔλογόν [τε] ἴσχει
ἀπολογισμόν, οἷον τὸ ἀκόλουθον ἐν ζωῇ, ὅπερ καὶ ἐπὶ τὰ φυτὰ
καὶ ζῷα διατείνει· ρσθαι γρ κπ τοτων καθκοντα.

 

 

Η ΔΙΑΙΡΕΣΗ ΤΩΝ ΚΑΘΗΚΟΝΤΩΝ

Cicero,Definibusbonorumetmalorum, 3, 20-21

Σελ. 296 του βιβλίου

 

[1] Το πρώτο λοιπόν καθήκον ενός όντος είναι να διατηρείται στη φυσική του κατάσταση.

 

[2] Το δεύτερο να αποκτά όσα πράγματα είναι σύμφωνα με τη Φύση και να αποδιώχνει όσα είναι αντίθετα. Μετά την επινόηση αυτής της αρχής επιλογής και απόρριψης

 

[3] ακολουθεί μια επιλογή που καθορίζεται από αυτό που αρμόζει·

 

[4] το επόμενο στάδιο είναι αυτή η επιλογή ως σταθερή συνήθεια και,

 

[5] τέλος, μια επιλογή απόλυτα συνεπής και σε τέλεια συμφωνία με τη Φύση.

 

 

 

SVF, 3, 140-6

 

Στοβαίος, Εκλογών Βιβλία Β΄ [=Ioannes Stobaei eclogarum physicarum libri duo]

 

140 Stobaeus ecl. II 79, 18 W. καὶ τὰ μὲν εἶναι κατὰ φύσιν, τὰ δὲ παρὰ φύσιν, τὰ δὲ οὔτε παρὰ φύσιν οὔτε κατὰ φύσιν. κατὰ φύσιν

μὲν οὖν τὰ τοιαῦτα· ὑγίειαν, ἰσχύν, αἰσθητηρίων ἀρτιότητα, καὶ τὰ παρα- πλήσια τούτοις· παρὰ φύσιν δὲ τὰ τοιαῦτα· νόσον, ἀσθένειαν, πήρωσιν καὶ τὰ τοιαῦτα· οὔτε δὲ παρὰ φύσιν οὔτε κατὰ φύσιν· ψυχῆς κατά-

στασιν καὶ σώματος, καθ' ἣν ἡ μέν ἐστι φαντασιῶν ψευδῶν δεκτική, τὸ

 

20 δὲ τραυμάτων καὶ πηρώσεων δεκτικόν, καὶ τὰ τούτοις ὅμοια. Ποιεῖσθαι δὲ λέγουσι τὸν περὶ τούτων λόγον 〈ἀπὸ〉 τῶν πρώτων κατὰ φύσιν καὶ παρὰ φύσιν. Τὸ γὰρ διαφέρον καὶ τὸ ἀδιάφορον τῶν πρός τι λεγομένων εἷναι. Διότι κἄν, φασί, λέγωμεν ἀδιάφορα τὰ σωματικὰ καὶ τὰ ἐκτός, πρὸς τὸ εὐσχη-

μόνως ζῆν (ἐν ᾧπέρ ἐστι τὸ εὐδαιμόνως) ἀδιάφορα φαμεν αὐτὰ εἶναι, οὐ

 

25 μὰ Δία πρὸς τὸ κατὰ φύσιν ἔχειν οὐδὲ πρὸς ὁρμὴν καὶ ἀφορμήν.

 

Στοβαίος, Εκλογών Βιβλία Β΄ [=Ioannes Stobaei eclogarum physicarum libri duo]

 

141 Stobaeus ecl. 11 82,11 W. Τῶν δὲ κατὰ φύσιν ἀδιαφόρων ὄ́ν-

των τὰ μέν ἐστι πρῶτα κατὰ φύσιν, τὰ δὲ κατὰ μετοχὴν. Πρῶτα μέν ἐστι κατὰ φύσιν κίνησις ἢ σχέσις κατὰ τοὺς σπερματικοὺς λόγους γινο-

μένη, οἷον 〈ἀρτιότης καὶ〉 ὑγίεια καὶ αἴσθησις (λέγω δὲ τὴν κατάληψιν)

30 καὶ ἰσχύς. Κατὰ μετοχὴν δέ, ὅσα μετέχει κινήσεως καὶ σχέσεως κατὰ τοὺς σπερματικοὺς λόγους, οἷον χεὶρ ἀρτία καὶ σῶμα ὑγιεινὸν καὶ αἰσθήσεις μὴ πεπηρωμέναι. Ὁμοίως δὲ καὶ τῶν παρὰ φύσιν κατὰ τὸ ἀνάλογον.

142 Stobaeus ecl. 11 82,20 W. πάντα δὲ (τὰ κατὰ φύσιν ληπτὰ εἶναι καὶ πάντα τὰ παρὰ φύσιν ἄληπτα. τῶν δὲ κατὰ φύσιν

35 τὰ μὲν καθ' αὑτὰ ληπτὰ εἶναι, τὰ δὲ δι’ ἕτερα. καθ' αὑτὰ μέν, ὅσα ἐστὶν ὁρμῆς κινητικὰ κατατρεπτικῶς ἐφ' ἑαυτὰ ἢ ἐπὶ τὸ ἀντέχεσθαι αὐτῶν , οἷον ὑγίειαν, εὐαισθησίαν, ἀπονίαν καὶ κάλλος σώματος. ποιητικὰ  <δὲ> ὅσα

ἐστὶν ὁρμῆς κινητικὰ ἀν<εν>εκτικῶς ἐφ’ ἕτερα καὶ μὴ κατατρεπτικῶς , οἷον πλοῦτον, δόξαν καὶ τὰ τούτοις ὅμοια. παραπλησίως δὲ καὶ τῶν παρὰ φύσιν τὰ μὲν εἶναι καθ' αὑτὰ ἄληπτα, τὰ δὲ τῷ ποιητικὰ εἶναι τῶν καθ' αὑτὰ ἀλήπτων.

 

144 Arrianus Epict. dissert. I 4, 27. εἰ γὰρ ἐξαπατηθέντα τινὰ ἔδει μαθεῖν, ὅτι τῶν ἐκτὸς ἀπροαιρέτων οὐδέν ἐστι πρὸς ἡμᾶς, ἐγὼ μὲν ἤθελον τὴν ἀπάτην ταύτην, ἐξ  ἧς ἤμελλον εὐρόως καὶ ἀταράχως βιώσεσθαι. — — 10 τί οὖν ἡμῖν παρέχει Χρύσιππος;  ,,ἕνα γνῷς, φησίν, ὅτι οὐ ψευδῆ ταῦτά ἐστιν , ἐξ ὧν ἡ εὔροια ἐστι καὶ ἀπάθεια , ἅπαντα λάβε μου τὰ βιβλία καὶ γνώσῃ ὡς <ἀληθῆ> τε καὶ σύμφωνά ἐστι τῇ φύσει τὰ ἀπαθῆ με ποιοῦντα.“

145 Alexander Aphrod. de anima Ubri mant. p. 167,13 Bruns. ἔτι τὰ οἰκεῖα <καὶ > προηγμένα καὶ εὔχρηστα καὶ ἀξίαν ἔχοντα πρὸς τί ποτε ταύ-         15

τας ἔχει τὰς ὀνομασίας, εἰ μηδὲν συνεργεῖ πρὸς εὐδαιμονίαν; πᾶν γὰρ τὸ προηγμένον πρός τι προῆκται καὶ τῷ φορὸν εἶναι πρὸς τὸ προκείμενον μᾶλ-

λὸν ἄλλου, διὰ τοῦτο λέγεται καὶ προῆχθαι πρὸς τὸ τέλος καὶ ἡ προαγωγὴ αὐτῶν δῆλον ὡς συνεργεῖ πρὸς εὐδαιμονίαν. εἰ δὲ μὴ πρὸς τοῦτο συν- εργεῖ, πρὸς δὲ τὸν κατὰ φύσιν βίον, ἄξιον ἐρέσθαι περὶ τοῦ κατὰ               20 φύσιν αὐτοὺς βίου, πότερον οὗτος ἀγαθόν ἐστιν, ἢ οὐκ ἀγαθὸν μέν, οἰκεῖον δὲ καὶ αὐτὸ καὶ προηγμένον, ἢ ἀλλότριον καὶ ἀποπροηγμένον, ἢ ἀῤῥεπὲς ὅλως. παρὰ γὰρ ταῦτα οὐδὲν οἷόν τε ἀποκρίνασθαι. οὐ γὰρ δὴ κακόν γε ἐροῦσιν αὐτόν. εἰ μὲν οὖν ἀγαθὸν — — οὐ μόνον έσται τὸ καλὸν ἀγα-

θόν· καὶ γὰρ ὁ κατὰ φύσιν βίος.                                                                           25

 

146 Plutarchus de comm. not. cp. 4 p. 1060 c. Stoicos dicit: τοὺς τὰ κατὰ φύσιν ἀδιάφορα νομίζοντας καὶ μήθ' ὑγίειαν μὴτ' εὐεξίαν μήτε κάλ-

λος μήτ' ἰσχὺν ἡγουμένους αἱρετὰ μηδ' ὀ,φέλιμα μηδὲ λυσιτελῆ μηδὲ συμ- πληρωτικὰ τῆς κατὰ φύσιν τελειότητος· μήτε τἀναντία φευκτὰ καὶ βλαβερά, πηρώσεις ἀλγηδόνας αἴσχη νόσους· ὧν αὐτοὶ λέγουσι πρὸς ἃ μὲν ἀλλοτριοῦν                                                                                           30

πρὸς ἃ δ' οἰκειοῦν ἡμᾶς τὴν φύσιν καὶ ὃ μεῖζόν ἐστιν, οἰκειοῦν ἐπὶ

τοσοῦτο καὶ ἀλλοτριοῦν, ὥστε τῶν μὲν μὴ τυγχάνοντας τοῖς δὲ περιπίπτον-

τας εὐλόγως ἐξάγειν τοῦ ζῆν ἑαυτοὺς καὶ τὸν βίον ἀπολέγεσθαι.

 

 

SVF, 3, 127

παρ. 3. Προηγμένα καὶ ἀποπροηγμένα.

127 Diog. Laert. VII 106. προηγμένα μὲν οὖν εἶναι ἃ καὶ ἀξίαν ἔχει, οἷον ἐπὶ μὲν τῶν ψυχικῶν εὐφυΐαν, τέχνην, προκοπὴν καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν σωματικῶν ζωήν, ὑγίειαν, ῥώμην, εὐεξίαν, ἀρτιότητα, κάλλος· ἐπὶ δὲ τῶν ἐκτὸς πλοῦτον, δόξαν, εὐγένειαν καὶ τὰ ὅμοια. ἀποπροηγ-   5

μένα δὲ ἐπὶ μὲν τῶν ψυχικῶν ἀφυΐαν, ἀτεχνίαν καὶ τὰ ὅμοια· ἐπὶ δὲ τῶν σο,ματικῶν θάνατον, νόσον, ἀσθένειαν, καχεξίαν, πήρωσιν, αἶσχος καὶ τὰ ὅμοια · ἐπὶ δὲ τῶν ἐκτὸς πενίαν, ἀδοξίαν , δυσγένειαν καὶ τὰ παραπλήσια. οὔτε δὲ προήχθη οὔτε ἀποπροήχθη τὰ οὐδετέρως ἔχοντα.

 

 

Διογένης Λαέρτιος, 7, 107

Ἔτι τῶν προηγμνων τὰ μὲν δι’ αὑτὰ προῆκται, τὰ δὲ δι’
ἕτερα, τὰ δὲ καὶ δι’ αὑτὰ καὶ δι’ ἕτερα. δι’ αὑτὰ μὲν εὐφυΐα,
προκοπὴ καὶ τὰ ὅμοια· δι’ ἕτερα δὲ πλοῦτος, εὐγένεια καὶ τὰ
ὅμοια· δι’ αὑτὰ δὲ καὶ δι’ ἕτερα ἰσχύς, εὐαισθησία, ἀρτιότης. δι’
αὑτὰ μέν, ὅτι κατὰ φύσιν ἐστί· δι’ ἕτερα δέ, ὅτι περιποιεῖ χρείας
οὐκ ὀλίγας. ὁμοίως δ’ ἔχει καὶ τὸ ἀποπροηγμένον κατὰ τὸν
ἐναντίον λόγον.

Ἔτι δὲ καθκν φασιν εἶναι ὃ πραχθὲν εὔλογόν [τε] ἴσχει
ἀπολογισμόν, οἷον τὸ ἀκόλουθον ἐν ζωῇ, ὅπερ καὶ ἐπὶ τὰ φυτὰ
καὶ ζῷα διατείνει· ὁρᾶσθαι γὰρ κἀπὶ τούτων καθήκοντα.

 

ΕΡΩΤΗΜΑ:

Μπορούμε να ισχυριστούμε ότι όποιος εκτελεί ένα καθήκον πράττει σωστά;

 

 

 

SVF, 3, 123

123 Plutarchus de Stoic. repugn. [=de Stoicorum repugnant] cp. 31 p. 1048 c. Ἔτι δὲ μᾶλ-                                                                                                                 40

λον τῇ ἀποδείξει τὸ ἐναντίωμα ποιοῦσι φανερώτερον. Ὧι γὰρ ἔστιν εὖ χρήσασθαι καὶ κακῶς, τοῦτό φασι μήτ’ ἀγαθὸν εἶναι , μήτε κακόν. Πλούτῳ δὲ καὶ ὑγιείᾳ καὶ ῥώμῃ σώματος κακῶς χρῶνται πάντες οἱ ἀνόητοι. Διόπερ οὐδέν ἐστι τούτων ἀγαθόν.

 

Διογένης Λαέρτιος, 7, 94

Ἀγαθὸν δὲ κοινῶς μὲν τὸ τὶ ὄφελος, ἰδίως δ’ ἤτοι ταὐτὸν ἢ
οὐχ ἕτερον ὠφελείας. ὅθεν αὐτήν τε τὴν ἀρετὴν καὶ τὸ μετέχον
αὐτῆς ἀγαθὸν τριχῶς οὕτω λέγεσθαι· οἷον τὸ <μὲν> ἀγαθὸν ἀφ' οὗ
συμβαίνει <ὠφελεῖσθαι, τὸ δὲ καθ' ὃ συμβαίνει>, ὡς τὴν πρᾶξιν
τὴν κατ' ἀρετήν· ὑφ' οὗ δέ, ὡς τὸν σπουδαῖον τὸν μετέχοντα τῆς
ἀρετῆς.

Ἄλλως δ' οὕτως ἰδίως ὁρίζονται τἀγαθόν, "τὸ τέλειον
κατ
ὰ φύσιν λογικοῦ [ἢ] ὡς λογικο." τοιοῦτο δ’ εἶναι τὴν ἀρετήν,
ὥς<τε> μετέχοντα τάς τε πράξεις τὰς κατ' ἀρετὴν καὶ τοὺς
σπουδαίους εἶναι·

 

 

ΠΛΟΥΤΟΣ ΚΑΙ ΦΤΩΧΙΑ

 

145 Alexander Aphrod. de anima Ubri mant. p. 167,13 Bruns. ἔτι τὰ οἰκεῖα <καὶ > προηγμένα καὶ εὔχρηστα καὶ ἀξίαν ἔχοντα πρὸς τί ποτε ταύ-         15

τας ἔχει τὰς ὀνομασίας, εἰ μηδὲν συνεργεῖ πρὸς εὐδαιμονίαν; πᾶν γὰρ τὸ προηγμένον πρός τι προῆκται καὶ τῷ φορὸν εἶναι πρὸς τὸ προκείμενον μᾶλ-

λὸν ἄλλου, διὰ τοῦτο λέγεται καὶ προῆχθαι πρὸς τὸ τέλος καὶ ἡ προαγωγὴ αὐτῶν δῆλον ὡς συνεργεῖ πρὸς εὐδαιμονίαν. εἰ δὲ μὴ πρὸς τοῦτο συν- εργεῖ, πρὸς δὲ τὸν κατὰ φύσιν βίον, ἄξιον ἐρέσθαι περὶ τοῦ κατὰ               20 φύσιν αὐτοὺς βίου, πότερον οὗτος ἀγαθόν ἐστιν, ἢ οὐκ ἀγαθὸν μέν, οἰκεῖον δὲ καὶ αὐτὸ καὶ προηγμένον, ἢ ἀλλότριον καὶ ἀποπροηγμένον, ἢ ἀῤῥεπὲς ὅλως. παρὰ γὰρ ταῦτα οὐδὲν οἷόν τε ἀποκρίνασθαι. οὐ γὰρ δὴ κακόν γε ἐροῦσιν αὐτόν. εἰ μὲν οὖν ἀγαθὸν — — οὐ μόνον έσται τὸ καλὸν ἀγα-

θόν· καὶ γὰρ ὁ κατὰ φύσιν βίος.                                                                           25

146 Plutarchus de comm. not. cp. 4 p. 1060 c. Stoicos dicit: τοὺς τὰ κατὰ φύσιν ἀδιάφορα νομίζοντας καὶ μήθ' ὑγίειαν μὴτ' εὐεξίαν μήτε κάλ-

λος μήτ' ἰσχὺν ἡγουμένους αἱρετὰ μηδ' ὀ,φέλιμα μηδὲ λυσιτελῆ μηδὲ συμ- πληρωτικὰ τῆς κατὰ φύσιν τελειότητος· μήτε τἀναντία φευκτὰ καὶ βλαβερά, πηρώσεις ἀλγηδόνας αἴσχη νόσους· ὧν αὐτοὶ λέγουσι πρὸς ἃ μὲν ἀλλοτριοῦν                                                                                           30

πρὸς ἃ δ' οἰκειοῦν ἡμᾶς τὴν φύσιν καὶ ὃ μεῖζόν ἐστιν, οἰκειοῦν ἐπὶ

τοσοῦτο καὶ ἀλλοτριοῦν, ὥστε τῶν μὲν μὴ τυγχάνοντας τοῖς δὲ περιπίπτον-

τας εὐλόγως ἐξάγειν τοῦ ζῆν ἑαυτοὺς καὶ τὸν βίον ἀπολέγεσθαι.

 

 

Ερώτημα:

Ποιος είναι ο σκοπός της ζωής για τους Στωικούς;

 

 

 

Διογένης Λαέρτιος, 7, 121 - 126

 

121

Πολιτεύσεσθαί φασι τὸν σοφὸν ἂν μή τι κωλύῃ, ὥς φησι
Χρύσιππος ἐν πρώτῳ Περὶ βίων· καὶ γὰρ κακίαν ἐφέξειν καὶ ἐπ'
ἀρετὴν παρορμήσειν. καὶ γαμήσειν, ὡς ὁ Ζήνων φησὶν ἐν Πολι-
τείᾳ, καὶ παιδοποιήσεσθαι. ἔτι τε μὴ δοξάσειν τὸν σοφόν,
τουτέστι ψεύδει μὴ συγκαταθήσεσθαι μηδενί. κυνιεῖν τ' αὐτόν·
εἶναι γὰρ τὸν κυνισμὸν σύντομον ἐπ' ἀρετὴν ὁδόν, ὡς Ἀπολλό-
δωρος ἐν τῇ Ἠθικῇ. γεύσεσθαί τε καὶ ἀνθρωπίνων σαρκῶν κατὰ
περίστασιν. μόνον τ' ἐλεύθερον, τοὺς δὲ φαύλους δούλους· εἶναι
γὰρ τὴν ἐλευθερίαν ἐξουσίαν αὐτοπραγίας, τὴν δὲ δουλείαν στέρη-

 

122

σιν αὐτοπραγίας. εἶναι δὲ καὶ ἄλλην δουλείαν τὴν ἐν ὑποτάξει καὶ
τρίτην τὴν ἐν κτήσει τε καὶ ὑποτάξει, ᾗ ἀντιτίθεται ἡ δεσποτεία,
φαύλη οὖσα καὶ αὕτη. οὐ μόνον δ' ἐλευθέρους εἶναι τοὺς σοφούς,
ἀλλὰ καὶ βασιλέας, τῆς βασιλείας οὔσης ἀρχῆς ἀνυπευθύνου,
ἥτις περὶ μόνους ἂν τοὺς σοφοὺς συσταίη, καθά φησι Χρύσιππος
ἐν τῷ Περὶ τοῦ κυρίως κεχρῆσθαι Ζήνωνα τοῖς ὀνόμασιν· ἐγνω-
κέναι γάρ φησι δεῖν τὸν ἄρχοντα περὶ ἀγαθῶν καὶ κακῶν, μηδένα
δὲ τῶν φαύλων ἐπίστασθαι ταῦτα. ὁμοίως δὲ καὶ ἀρχικοὺς
δικαστικούς τε καὶ ῥητορικοὺς μόνους εἶναι, τῶν δὲ φαύλων
οὐδένα. ἔτι καὶ ἀναμαρτήτους, τῷ ἀπεριπτώτους εἶναι ἁμαρτή-

 

123

ματι. ἀβλαβεῖς τ' εἶναι· οὐ γὰρ ἄλλους βλάπτειν οὔθ' αὑτούς.
ἐλεήμονάς τε μὴ εἶναι συγγνώμην τ' ἔχειν μηδενί· μὴ γὰρ
παριέναι τὰς ἐκ τοῦ νόμου ἐπιβαλλούσας κολάσεις, ἐπεὶ τό γ'
εἴκειν καὶ ὁ ἔλεος αὐτή θ' ἡ ἐπιείκεια οὐδένειά ἐστι ψυχῆς πρὸς
κολάσεις προσποιουμένης χρηστότητα· μηδ' οἴεσθαι σκληροτέρας
αὐτὰς εἶναι. ἔτι γε τὸν σοφὸν οὐδὲν θαυμάζειν τῶν δοκούντων
παραδόξων, οἷον Χαρώνεια καὶ ἀμπώτιδας καὶ πηγὰς θερμῶν
ὑδάτων καὶ πυρὸς ἀναφυσήματα. ἀλλὰ μὴν οὐδ' ἐν ἐρημίᾳ φασι
βιώσεται ὁ σπουδαῖος· κοινωνικὸς γὰρ φύσει καὶ πρακτικός. τὴν
μέντοι ἄσκησιν ἀποδέξεται ὑπὲρ τῆς τοῦ σώματος ὑπομονῆς.

 

124

Εὔξεταί τε, φασίν, ὁ σοφός, αἰτούμενος τὰ ἀγαθὰ παρὰ τῶν
θεῶν, καθά φησι Ποσειδώνιος ἐν τῷ πρώτῳ Περὶ καθηκόντων
καὶ Ἑκάτων ἐν τρίτῳ Περὶ παραδόξων. λέγουσι δὲ καὶ τὴν φιλίαν
ἐν μόνοις τοῖς σπουδαίοις εἶναι, διὰ τὴν ὁμοιότητα· φασὶ δ'
αὐτὴν κοινωνίαν τινὰ εἶναι τῶν κατὰ τὸν βίον, χρωμένων ἡμῶν
τοῖς φίλοις ὡς ἑαυτοῖς. δι' αὑτόν θ' αἱρετὸν τὸν φίλον ἀπο-
φαίνονται καὶ τὴν πολυφιλίαν ἀγαθόν. ἔν τε τοῖς φαύλοις μὴ
εἶναι φιλίαν μηδενί τε τῶν φαύλων φίλον εἶναι. πάντας τε τοὺς
ἄφρονας μαίνεσθαι· οὐ γὰρ φρονίμους εἶναι, ἀλλὰ κατὰ τὴν ἴσην
τῇ ἀφροσύνῃ μανίαν πάντα πράττειν.

 

125

Πάντα τ' εὖ ποιεῖν τὸν σοφόν, ὡς καὶ πάντα φαμὲν τὰ αὐλή-
ματα εὖ αὐλεῖν τὸν Ἰσμηνίαν. καὶ τῶν σοφῶν δὲ πάντα εἶναι·
δεδωκέναι γὰρ αὐτοῖς παντελῆ ἐξουσίαν τὸν νόμον. τῶν δὲ
φαύλων εἶναί τινα λέγεται, ὃν τρόπον καὶ τῶν ἀδίκων, ἄλλως μὲν
τῆς πόλεως, ἄλλως δὲ τῶν χρωμένων φαμέν.

Τὰς δ' ἀρετὰς λέγουσιν ἀντακολουθεῖν ἀλλήλαις καὶ τὸν μίαν
ἔχοντα πάσας ἔχειν· εἶναι γὰρ αὐτῶν τὰ θεωρήματα κοινά,
καθάπερ Χρύσιππος ἐν τῷ πρώτῳ Περὶ ἀρετῶν φησιν, Ἀπολλό-
δωρος δὲ ἐν τῇ Φυσικῇ κατὰ τὴν ἀρχαίαν, Ἑκάτων δὲ ἐν τῷ

 

126

τρίτῳ Περὶ ἀρετῶν (Gomoll 7). τὸν γὰρ ἐνάρετον θεωρητικόν τ'
εἶναι καὶ πρακτικὸν τῶν ποιητέων. τὰ δὲ ποιητέα καὶ αἱρετέα
ἐστὶ καὶ ὑπομενητέα καὶ ἐμμενετέα καὶ ἀπονεμητέα, ὥστ' εἰ τὰ
μὲν αἱρετικῶς ποιεῖ, τὰ δ' ὑπομενητικῶς, τὰ δ' ἀπονεμητικῶς, τὰ
δ' ἐμμενητικῶς, φρόνιμός τ' ἐστὶ καὶ ἀνδρεῖος καὶ δίκαιος καὶ
σώφρων. κεφαλαιοῦσθαί θ' ἑκάστην τῶν ἀρετῶν περί τι ἴδιον
κεφάλαιον, οἷον τὴν ἀνδρείαν περὶ τὰ ὑπομενητέα, τὴν φρόνησιν
περὶ τὰ ποιητέα καὶ μὴ καὶ οὐδέτερα· ὁμοίως τε καὶ τὰς ἄλλας
περὶ τὰ οἰκεῖα τρέπεσθαι. ἕπονται δὲ τῇ μὲν φρονήσει εὐβουλία
καὶ σύνεσις, τῇ δὲ σωφροσύνῃ εὐταξία καὶ κοσμιότης, τῇ δὲ
δικαιοσύνῃ ἰσότης καὶ εὐγνωμοσύνη, τῇ δὲ ἀνδρείᾳ ἀπαραλλαξία
καὶ εὐτονία.

 

 

Ο ΣΚΟΠΟΣ ΤΗΣ ΖΩΗΣ ΚΑΤΑ ΤΟΝ ΣΤΩΙΚΟ ΔΙΟΓΕΝΗ ΤΟΝ ΒΑΒΥΛΩΝΙΟ (240-152)

 

Διογένης Λαέρτιος, 7, 88:

μέρη γάρ εἰσιν αἱ ἡμέτεραι φύσεις τῆς τοῦ
ὅλου. διόπερ τέλος γίνεται τὸ ἀκολούθως τῇ φύσει ζῆν, ὅπερ
ἐστὶ κατά τε τὴν αὑτοῦ καὶ κατὰ τὴν τῶν ὅλων, οὐδὲν ἐνεργοῦντας
ὧν ἀπαγορεύειν εἴωθεν ὁ νόμος ὁ κοινός, ὅσπερ ἐστὶν ὁ ὀρθὸς
λόγος, διὰ πάντων ἐρχόμενος, ὁ αὐτὸς ὢν τῷ Διί, καθηγεμόνι
τούτῳ τῆς τῶν ὄντων διοικήσεως ὄντι· εἶναι δ' αὐτὸ τοῦτο τὴν τοῦ
εὐδαίμονος ἀρετὴν καὶ εὔροιαν βίου, ὅταν πάντα πράττηται κατὰ
τὴν συμφωνίαν τοῦ παρ' ἑκάστῳ δαίμονος πρὸς τὴν τοῦ τῶν ὅλων
διοικητοῦ βούλησιν. ὁ μὲν οὖν Διογένης τέλος φησὶ ῥητῶς τὸ
εὐλογιστεῖν ἐν τῇ τῶν κατὰ φύσιν ἐκλογῇ. Ἀρχέδημος δὲ τὸ
πάντα τὰ καθήκοντα ἐπιτελοῦντα ζῆν.

 

Ερώτημα:

Τι είναι στην εξουσία του Στωικού;

 

SVF, 1, 202

 

Πλουτάρχου, Περί Ηθικής Αρετής

 

Plutarch, De Virtute Morali cp. 3 p. 441 c.

 

Κοινῶς δὲ ἅπαντες οὗτοι (scil. [=scilicet]Stoici, Aristo, Zeno, Chrysippus) τὴν ἀρετὴν τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς διάθεσίν τινα καὶ δύναμιν γεγενημένην ὑπὸ λόγου, μᾶλλον δὲ λόγον οὖσαν αὐτὴν ὁμολογούμενον καὶ βέβαιον καὶ ἀμετάπτωτον ὑποτίθενται· καὶ νομίζουσιν οὐκ εἶναι τὸ παθητικὸν καὶ ἄλογον διαφορᾷ τινι καὶ φύσει ψυχῆς τοῦ λογικοῦ διακεκριμένον, ἀλλὰ τὸ αὐτὸ τῆς ψυχῆς μέρος, ὃ δὴ καλοῦσι διάνοιαν καὶ ἡγεμονικόν, δι´ ὅλου τρεπόμενον καὶ μεταβάλλον ἔν τε τοῖς πάθεσι καὶ ταῖς κατὰ ἕξιν ἢ διάθεσιν μεταβολαῖς κακίαν τε γίνεσθαι καὶ ἀρετήν, καὶ μηδὲν ἔχειν ἄλογον ἐν ἑαυτῷ, λέγεσθαι δὲ ἄλογον, ὅταν τῷ πλεονάζοντι τῆς ὁρμῆς ἰσχυρῷ γενομένῳ καὶ κρατήσαντι πρός τι τῶν ἀτόπων παρὰ τὸν αἱροῦντα λόγον ἐκφέρηται· καὶ γὰρ τὸ πάθος εἶναι λόγον πονηρὸν καὶ ἀκόλαστον ἐκ φαύλης καὶ διημαρτημένης κρίσεως σφοδρότητα καὶ ῥώμην προσλαβόντα.

 

Ερώτημα:

Ποιο είναι το περιεχόμενο της αρετής και τι σημαίνει να είναι κανείς ενάρετος;

 

SVF, 3, 256

 

256 Galenus de H. et Plat. decr. VII 2 (208. 591 Μ.) de Chrysippi libro, quem contra Aristonem conscripsit περὶ τοῦ ποιὰς εἶναι τὰς

15 ἀρετάς, disputans: νομίσας γοῦν ὁ Ἀρίστων μίαν εἶναι τῆς ψυχῆς δύναμιν, ᾗ λογιζόμεθα, καὶ τὴν ἀρετὴν τῆς ψυχῆς ἔθετο μίαν, ἐπι-

στήμην ἀγαθῶν καὶ κακῶν. ὅταν μὲν οὖν αἱρεῖσθαί τε δέῃ τἀγαθὰ καὶ φεύγειν τὰ κακά, τὴν ἐπιστήμην τήνδε καλεῖ σωφροσύνην · ὅταν δὲ πράττειν μὲν τἀγαθά, μὴ πράττειν δὲ τὰ κακά, φρόνησιν· ἀνδρείαν

20 δὲ ὅταν τὰ μὲν θαρρῇ, τὰ δὲ φεύγῃ · ὅταν δὲ τὸ κατὰ ἀξίαν ἑκάστῳ νέμῃ, δικαιοσύνην· ἐνὶ δὲ λόγῳ γινώσκουσα μὲν ἡ ψυχὴ χωρὶς τοῦ πράττειν τἀγαθά τε καὶ κακὰ σοφία τἐ ἐστι καὶ ἐπιστήμη, πρὸς δὲ τὰς πράξεις ἀφικνουμένη τὰς κατὰ τὸν βίον, ὀνόματα πλείω λαμβάνει τὰ προειρημένα, φρόνησίς τε καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀν-

25 δρεία καλουμένη. τοιαύτη μέν τις ἡ Ἀρίστωνος δόξα περὶ τῶν τῆς ψυχῆς ἀρετῶν. ὅ γε μὴν Χρύσιππος οὐκ οἶδα ὅπως ἀντιλέγειν ἐπι-

χειρεῖ τἀνδρὶ τὴν κοινὴν πρὸς αὐτὸν ὑπόθεσιν ἀκριβῶς διαφυλάτ-

τοντι. καλῶς γὰρ ἅπαντα γινωσκόντων τε καὶ πραττόντων ἡμῶν ἂνὁβἱος διοικοῖτο κατὰ ἐπιστήμην, κακῶς δὲ καὶ ψευ-

 

30δῶς γινωσκόντων τε καὶ πραττόντων κατὰ ἄγνοιαν, ὡς αὐ-

τὸς ὁ Χρύσιππος βούλεται, καὶ διὰ ταῦτα μία μὲν ἀρετὴ γίνοιτο ἄν, ἡ ἐπιστήμη, μία δὲ ὡσαύτως ἡ κακία, προσαγορευομένη καὶ ἥδε ποτὲ μὲν ἄγνοια, ποτὲ δὲ ἀνεπιστημοσύνη. ἐὰν οὖν τις τὸν θάνατον ἢ τὴν πενίαν ἢ τὴν νόσον ὡς κακὰ δεδιὼς ᾖ, δέον θαΘεῖν, ὡς ἐπὶ

35 ἀδιαφόροις, ἐνδείᾳ μὲν ἐπιστήμης αὐτὸν τίθενται ἀγνοεῖν τἀληθές, ὡς ἂν Ἀρίστων τε καὶ Χρύσιππος εἴποι, κακίαν δὲ ἔχειν ψυχῆς, ἣν ὀνομάζουσι δειλίαν, ᾗ ἐναντίαν ἀρετὴν αὐτοί φασιν εἶναι τὴν ἀν-

δρείαν, ἐπιστήμην οὖσαν ὧν χρὴ θαῤῥεῖν ἢ μὴ θαῤῥεῖν, του-

τἐστιν ἀγαθῶν τε καὶ κακῶν τῶν ὄντως δηλονότι τοιούτων, οὐ κατὰ

 

ψευδῆ δόξαν ὑπειλημμένων, οἷάπερ ἐστὶν ὑγίεια καὶ πλοῦτος καὶ νόσος

καὶ πενία. τούτων γὰρ οὐδὲν οὔτε ἀγαθὸν οὔτε κακὸν εἶναί φασιν,

ἀλλὰ ἀδιάφορα πάντα. καὶ τοίνυν, εἰ τὸ μὲν ἡδὺ νομίσας τις ἀγαθόν,

τὸ δὲ ἀνιαρὸν κακὸν ἀκολουθῶν τῇ δόξῃ τῇδε τοῦ μεν τὴν αἵρεσιν

ποιοῖτο , τοῦ δὲ τὴν φυγὴν , ἀμαθής ἐστιν οὐσίας ἀγαθοῦ καὶ διὰ    5

ταῦτα ἀκόλαστος. ἐν ἁπάσαις γὰρ πράξεσιν αἱρουμένων ἡμῶν τὸ

φαινόμενον όγαθόν, φευγόντων δὲ τὸ φαινόμενον κακόν, ἐχόντων δὲ

φύσει τὰς ὁρμὰς ταύτας ἐφ' ἑκάτερον ἡ φιλοσοφία διδάσκουσα τὸ κατὰ

ἀλήθειαν ἀγαθόν τε καὶ κακὸν ἀναμαρτήτους ἐργάζεται. Χρύσιππος

δὲ οὐκ οἶδα ὅπως, ὥσπερ οὶ ἰδιῶται λόγων, τῇ διαφορᾷ τῶν φωνῶν,            10

οὐ τοῖς τυγχάνουσιν αὐταῖς πράγμασι προσέχει τὸν νοῦν, ἕτερόν τι

νομίζων δηλοῦσθαι καθ' ἑκάστην τῶνδε τῶν φωνῶν, αἱρε-

τἐον, ποιητέον, θαρρητέον, ἀγαθόν. ἔστι δὲ οὐχ ἕτερον, ἀλλὰ

ἐν ἁπάσαις ταὐτόν, ὅπερ ἐκ τῆς ἀγαθὸν δηλοῦται. — — — ἁπάσαις

γὰρ ταύταις ταῖς λέξεσιν ἀγαθὸν καὶ κακὸν λέγει καὶ κατὰ αὐτὸν             15

τὸν Χρύσιππον, εἴ γε δὴ τὸ ἀγαθὸν αὐτὸ μόνον ἐστὶ αὶρε-

τἐον καὶ ποιητέον καὶ θαρρητέον· ὥστε τὴν τῶν ἀγαθῶν ἐπι-

στὴμην ἐν διαφόροις ὕλαις ἢ πράξεσιν ἐξεταζομένην ὀνόματα πλείω

λαμβάνειν, ἕκαστον ἐν τῷ πρός τι κατὰ τὴν ὕλην ἢ τὴν πρᾶξιν ὑφι-

στάμενον. — — — οὕτως οὖν κἀν τοῖς περὶ τῆς τῶν ἀρετῶν              20

διαφορὰς ὁ Χρύσιππος ἀποχωρῶν τῶν ἐπιστημονικῶν καὶ ἀποδεικτι-

κῶν λημμάτων ἐν τοῖς ὑπολοίποις ἀλᾶται τρισὶ γένεσιν, ὃς ἔν γε τῷ

ποιὰς εἶναι τὰς ἀρετὰς ἐπιστημονικῶν μᾶλλον ἅπτεται, καταβαλ-

λόντων μὲν ὄντως τὸν Ἀρίστωνος λόγον, οὐ μὴν τῇ γε οἰκείᾳ πρε-

πόντων ὑποθέσει.                                                                                                    26

 

SVF, 3, 202

 

202 Philo Leg. Alleg. I § 56 Vol. I p. 75,6 Wendl. (de arboribus horti Edem locutus). ἔστι δὲ ταῦτα αἵ τε κατὰ μέρος ἀρεταὶ καὶ αἱ κατ'

 

αὐτὰς ἐνέργειαι, καὶ τὰ κατορθώματα καὶ τὰ λεγόμενα παρὰ τοῖς φιλοσοφοῦσι καθήκοντα. § 57. ἔνιαι γὰρ τῶν τεχνῶν θεωρητικαὶ μέν εἰσιν, οὐ πρακτι-

καὶ δέ, γεωμετρία ἀστρονομία , ἔνιαι δὲ πρακτικαὶ μέν , οὐ θεωρητικαὶ δέ,

τεκτονική, χαλκευτικὴ καὶ ὅσαι βάναυσοι λέγονται. ἡ δὲ ἀρετὴ καὶ θεω-

ρητική ἐστι καὶ πρακτική. καὶ γὰρ θεωρίαν ἔχει, ὁπότε καὶ ἡ ἐπ' αὐ-            5

τὴν ὁδὸς φιλοσοφία διὰ τῶν τριῶν αὐτῆς μερῶν, τοῦ λογικοῦ, τοῦ ἠθικοῦ,

τοῦ φυσικοῦ. καὶ πρᾶξιν· ὅλου γὰρ τοῦ βίου ἐστὶ τέχνη ἡ ἀρετή, ἐν

ᾧ καὶ αἱ σύμπασαι πράξεις. Ἀλλὰ καίτοι θεωρίαν ἔχουσα καὶ πρᾶξιν, πάλιν

ἐν ἑκατέρῳ ὑπερβάλλει κατὰ τὸ κρεῖττον. Καὶ γὰρ ἡ θεωρία τῆς ἀρετῆς

παγκάλῃ καὶ ἡ πρᾶξις καὶ ἡ χρῆσις περιμάχητος.                                            10

 

Ο στωικός σοφός: κριτήρια της αρετής

 

ΕΡΩΤΗΜΑ:

Ποιο είναι το ηθικό κριτήριο του σοφού;

 

 

SVF 3, 630

 

40        630 Stobaeus ecl. II 108,5 W. Τὸν δὲ σπουδαῖον, ὁμιλητικὸν

ὄντα καὶ ἐπιδέξιον καὶ προτρεπτικὸν καὶ θηρευτικὸν διὰ τῆς ὁμιλίας εἰς

εὔνοιαν καὶ φιλίαν, ὡς δυνατὸν εὐάρμοστον εἶναι πρὸς πλῆθος ἀνθρώπων, παρ' ὃ καὶ ἐπαφρόδιτον εἶναι καὶ ἐπίχαριν καὶ πιθανόν, ἔτι δὲ αἱμύλον καὶ εὔστοχον καὶ εὔκαιρον καὶ ἀγχίνουν καὶ ἀφελῆ καὶ ἀπερίεργον καὶ ἁπλοῦν καὶ ἄπλαστον· τὸν δὲ φαῦλον ἔνοχον πᾶσι τοῖς ἐναντίοις. Τὸ δ' εἰρω –

νεύεσθαι φαύλων εἶναί φασιν, οὐδένα γὰρ ἐλεύθερον καὶ σπουδαῖον εἰρω-5

νεύεσθαι· ὁμοίως δὲ καὶ τὸ σαρκάζειν, ὅ ἐστιν εἰρωνεύεσθαι μετ' ἐπισυρμοῦ

τινος. Ἐν μόνοις τε τοῖς σοφοῖς ἀπολείπουσι φιλίαν, ἐπεὶ ἐν μόνοις τού-

τοις ὁμόνοια γίνεται περὶ τῶν κατὰ τὸν βίον · τὴν δ' ὁμόνοιαν εἶναι κοινῶν

ἀγαθῶν ἐπιστήμην. Φιλίαν γὰρ ἀληθινὴν καὶ μὴ ψευδώνυμον ἀδύνατον

χωρὶς πίστεως καὶ βεβαιότητος ὑπάρχειν· ἐν δὲ τοῖς φαύλοις, ἀπίστοις καὶ  10

ἀβεβαίοις οὖσι καὶ δόγματα πολεμικὰ κεκτημένοις, οὐκ εἶναι φιλίαν, ἑτέρας

δὲ τινας ἐπιπλοκὰς καὶ συνδέσεις ἔξωθεν ἀνάγκαις καὶ δόξαις κατεχομένας

γίνεσθαι. Φασὶ δὲ καὶ τὸ ἀγαπᾶν καὶ τὸ ἀσπάζεσθαι καὶ τὸ φιλεῖν μόνων

εἶναι σπουδαίων.